Ancient Greek
323.2
Aristaenetus, Epistulae 323.2
Unproofread scanNot analysed yet
35 Ταῦτα δ’ εἰ μὲν παρήν, λέγων ἂν ὑμᾶς ἐξίδα-σκον· ἐπειδὴ δ’ ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἰ τις ἐμοῦ κατέψευσται ἐφ’ οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλχα, πρῶτον μὲν καὶ πλείστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δ’ ὅτι τὴν αὐτὴν εὐνοιαν, ἣν πρὸς ζῶντα Λυκούργον εἶχον, δικαῖον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων. 36 εἰ δὲ τῷ παρέστηχεν ὡς πολὺ μοι περιέσει τῶν ἐμαυτοῦ πραγμάτων, οὐκ ἂν ὀκνήσαιμι πρὸς τούτων εἰπεῖν ὅτι τῶν συμφερόντων ὑμῖν καὶ τοῦ μηδὲν τῶν φίλων ἐγκαταλείπειν ὁμοίως, ὥσπερ τῆς ἐμαυτοῦ σωτηρίας, φροντίζω. οὐκοῦν ἐκ τοῦ περιόντος