Ancient Greek
329.1
Aristaenetus, Epistulae 329.1
Unproofread scanNot analysed yet
ΔΙΟΓΕΝΟΥΣ ΕΠΙΣΤΟΛΑΙ. α'. Σινωπεύσιν. Ἵμεῖς μὲν ἐμοῦ φυγὴν κατεψυγίσασθε, ἐγὼ δὲ ὑμῶν μονήν. οἰκῆσετε οὖν διὰ τοῦτο ὑμεῖς μὲν Σινώπην, ἐγὼ δὲ Ἀθῆνας, τοῦτ' ἐστὶν ὑμεῖς μὲν μετὰ τῶν ἐμπόρων, ἐγὼ δὲ μετὰ Σόλωνος καὶ τῶν τὴν Ἑλλάδα ἡλευθερωκότων ἀπὸ τῶν Μηδικῶν, καὶ ὑμεῖς μὲν Ἑνιοχοῖς καὶ Ἀχαιοῖς χρώμενοι, ἀνθρώποις ἐκ τοῦ ἐχθροῦ γένους Πανέλλησιν, ἐγὼ δὲ Δελφοῖς καὶ Ἑλαιοῖς, μεθ' ὧν καὶ θεοὶ πολιτεύονται. (2) ἀλλ' ὦφελε τοῦτο μὴ νῦν ὑμῖν δοῦναι, ἀλλ' ἐπὶ πάλαι καὶ ἐπὶ τοῦ πατρὸς Ἱκέτου. νυνὶ δὲ ἐν τοῦτο δέδοικα, μὴ διὰ τὴν πατρίδα ἀπιστηθῶ μέτριος εἶναι. τὸ μὲν οὖν πρὸς ὑμῶν με φυγαδευσθῆναι συνηγορεῖ, καὶ πιστεύω αὐτῷ μᾶλλον τοῦ ἑτέρου· κρεῖττον γὰρ παρὰ πολλῷ διαβάλλεσθαι πρὸς ὑμῶν ἢ ἐπαινεῖσθαι. ὅμως μέντοι δέδοικα τοῦτο, μὴ με ὁ κοινὸς περὶ τῆς πατρίδος λόγος βλάψῃ. ἄλλου δὲ τινος οὐδεὶς λόγος· κρεῖττον γὰρ ὁπουδήποτε οἰκεῖν ἢ σὺν ὑμῖν οὕτως ἡμῖν προσεχθεῖσιν.