Ancient Greek
329.4
Aristaenetus, Epistulae 329.4
Unproofread scanNot analysed yet
β'. Ἀντισθένει. Ἀνέβαινον εἰς ἄστυ ἐκ Πειραιῶς, καὶ περιτυγχάνει μοι μειράκια ἄττα θρυπτόμενα ἀπὸ συμποσίου τινὸς ἐγχερμενά, καὶ ἐν σαρίσιν αὐτοῖς, ἐπεὶ ἀγγοῦ ἐγενόμην, «ἀνάχωμεν »ἔλεγον «ἀπὸ τοῦ κυνός. »κἀγὼ ἐπεὶ τοῦτο ἤκουσα «θαρρεῖτε »ἔφηγ, «οὗτος ὁ κύων τεύτλα οὐ δάκνει. »οὗ δ', ὡς τοῦτο ἔλεξα, ἐπαύοντο ἀλῶντες καὶ τοὺς στεφάνους οὓς εἶχον περὶ τῇ κεφαλῇ καὶ τῷ τραχήλῳ διαρρήξαντες ἐξέβαλον καὶ τὰς χλαῖνας εὐκόσμους περιεβάλλοντο καὶ ἤσυχον εὖ μᾶλ' ἕως εἰς ἄστυ ἠκολούθουν, ἐπακροώμενοι τῶν λόγων οὓς πρὸς ἐμαυτὸν διεξῆγην.