Ancient Greek
329.6
Aristaenetus, Epistulae 329.6
Unproofread scanNot analysed yet
γ'. Ἱππαρχίᾳ. Ἄγαμά σε τῆς ἐπιθυμίας, ὅτι τε φιλοσοφίας ὡρέχθης γυνὴ ὦσα, καὶ ὅτι τῆς ἡμετέρας αἵρεσεως ἐγενήθης, ἣν διὰ τὸ ἀσύτηρόν καὶ οἱ ἄνδρες κατεπλάγησαν. ἀλλ' ὅπως καὶ τέλος ἐπιθῇ τῇ ἀρχῇ σπουδάσων. ἐπιθήσεις δὲ εὖ οἶδα, εἰ Κράτητος τε τοῦ συνευνέτου μὴ ἀπολείποις, ἡμῖν τε τοῖς εὐεργέταις τῆς φιλοσοφίας θαμινῶς ἐπιστέλλοις· δύνανται γὰρ αἱ ἐπιστολαὶ πολλὰ καὶ οὐχ ἧττον τῆς πρὸς παρόντας διαλέξεως.