Ancient Greek
331.4
Aristaenetus, Epistulae 331.4
Unproofread scanNot analysed yet
η'. Εὐγνησίῳ. Ἦκον εἰς Κόρινθον ἐκ Μεγάρων καὶ διαπορευόμενος τὴν ἀγορὰν παρίσταμαι διδασκαλείῳ τινὶ παίδων, καὶ μοι ἐπεὶ οὐκ εὖ ἐφραφίζον, ἔδοξε πειθῆσαι τίς ἦν ὁ διδάσκων αὐτούς. καὶ ἀπεκρίναντο «Διονύσιος ὁ τῆς Σικελίας τύραννος. »κἀγὼ δόξας αὐτοὺς ἐφεσχελῆν πρὸς με καὶ τοῦτο οὐχ ἀπλῶς ἀποκεχρίσθαι, παρελθὼν ἐπὶ τι βῆθρον ἐκάθισα, εὐκόσμως ἀναμείνων αὐτόν· ἐλέγετο γὰρ πρὸς ἀγορὰν ὥρμηκέναι. καὶ δι' οὐ διαγίνεται πολὺς χρόνος, καὶ ἐπιστρέφεται ὁ Διονύσιος, κἀγὼ ἐξαναστὰς προσαγορεύω τε αὐτὸν καὶ ἐπιλέγω «ὡς οὐκ εὖ, Διονύσιε, διδάσκεις. »(2) ὁ δὲ με δόξας συνάγθαι αὐτῷ ἐπὶ τῇ πτώσει τῆς τυραννίδος καὶ τῷ παρόντι σχήματι τοῦ βίου, τοιαῦτα εἶπεν· «ὦ Διόγενες, εὖ ποιεῖς συναλγῶν ἡμῖν. »κἀγὼ προσετίθην τῷ οὐκ εὖ τὸ «ἀληθῶς. ἀλλ' ἐγὼ μὲν οὐχ ὅτι τῆς τυραννίδος ἀφήρησαι ἀχθομαι, ὦ Διονύσιε, ἀλλ' ὅτι ἐλευθερίσεως ἐν τῇ Ἑλλάδι τὰ νῦν, καὶ περισώσωσι ἀπὸ τῶν ἐν Σικελίᾳ κακῶν, οἷς ἔδει σε ἐναποθανεῖν τοσαῦτα ἐργασάμενον φαῦλα γῆν καὶ θάλατταν. »