Ancient Greek
331.6
Aristaenetus, Epistulae 331.6
Unproofread scanNot analysed yet
θ'. Κράτητι. Ἐπυθόμην σε τὴν οὐσίαν ἅπασαν κατενεγκεῖν εἰς τὴν ἐκκλησίαν καὶ παραχωρῆσαι τῇ πατρίδι καὶ στάντα ἐν μέσῳ κηρύξαι «Κράτης Κράτητος Κράτητα ἀφήσειν ἐλεύθερον. »ἠσθῆναι οὖν ἐπὶ τῇ δωρεᾷ τοὺς πάντας ἀστοὺς καὶ ἀγασθῆναι ἡμᾶς τοὺς τῶν τοιούτων ἀνθρώπων ποιητάς, ἐθελήσαι δὲ διὰ τοῦτο μεταπέμψασθαι ἡμᾶς Ἀθηνῶν, σὲ δὲ ἐπιστάμενον τὴν ἡμετέραν κρίσιν κωλύσαι. ἐνταῦθα μὲν οὖν ἐπαινῶ σε τοῦ νοῦ, ἐπὶ δὲ τῇ παραδόσει τῆς οὐσίας καὶ ἀγαμαί,