Ancient Greek
335.4
Aristaenetus, Epistulae 335.4
Unproofread scanNot analysed yet
κε' Ἱππῶνι. Παρακάλεις με ἐπιστεῖλαί σοι, ὅ τι ποτὲ ἔγνωκα περὶ θανάτου καὶ ταφῆς, ὡς οὐκ ἂν τέλειος φιλόσοφος γενόμενος, εἰ μὴ καὶ τὰ μετὰ τὸ ζῆν παρ' ἡμῶν μάθοις. ἐγὼ δ' ἴκανόν ἡγοῦμαι τὸ κατ' ἀρετὴν καὶ φύσιν ζῆσαι καὶ τοῦτ' ἐφ' ἡμῖν εἶναι. ὥσπερ δὲ τὰ πρὸ τῆς γενέσεως παρακεχωρήκται τῇ φύσει, οὕτω καὶ τὰ μετὰ τὸ ζῆν ἐπιτρεπτέα ταύτῃ· αὕτη γὰρ ὡς ἐγέννησε, καὶ διαλύσει. μηδὲν δὲ εὐλαβοῖης ὅπως ποτὲ ἀναίσθητος ᾖς. ἐγὼ γοῦν ἔγνωκα ἀποσυνεισάντί μοι παρατεθῆναι τὸ βάκτρον, ἵνα τὰ δοκοῦντά με λυμαίνεσθαι ζῷα ἀπελαύνωμι.