Ancient Greek
335.6
Aristaenetus, Epistulae 335.6
Unproofread scanNot analysed yet
κζ' Τῷ αὐτῷ. Μέμνησο ὅτι τῆς πενίας τὴν ἀρχὴν ἔδωκά σοι διὰ βίου, καὶ πειρῶ μήτε αὐτὸς ταύτην ἀποθέσθαι μήτε ὑπ' ἄλλου ἀφαιρεθῆναι αὐτήν· εἰκὸς γὰρ τοὺς ἐν Θήβαις ἐκπεριελθεῖν σε πάλιν κακοδαμονίζοντας. σὺ δὲ τὸν τριῶνα λεοντὴν νόει, τὸ δὲ βάκτρον ῥόπαλον, τὴν δὲ πῆραν γῆν καὶ θάλατταν, ἀφ' ἧς τρέφῃ· οὕτω γὰρ ἂν Ἡράκλειον διανασταλῇ σοι φρόνημα καὶ πάσης -τυχῆς κρείττων. ἢν δὲ σοι τῶν θέρμων ἢ καὶ τῶν ἰσχάδων περίῃ, καὶ ἡμῖν πέμπε.