Ancient Greek
351.2
Aristaenetus, Epistulae 351.2
Unproofread scanNot analysed yet
μζ'. Πλάτωνι τῷ σοφῷ. Διαπτύεις μου τὸν τριβόνα καὶ τὴν πήραν ὡς ἐμοὶ μὲν ἐπαχθῆ καὶ χαλεπά, τὸν δὲ βίον οὐδὲν ὠφελούνα, οὐκ ἐγὼ ποιῶν. σὺ μὲν γὰρ ἐπαχθῆ καὶ χαλεπά ἔμαθες γὰρ ἀπὸ τυραννικῶν τραπεζῶν ἀμέτρως ἐμφορεῖσθαι καὶ γαστρὶ προβάτων, ἀλλὰ μὴ ψυχῆς ἀρετῇ κοσμεῖσθαι· ἐγὼ δὲ ὡς μετ' ἀρετῆς ταῦτα ἐπιτετίδευκα, τίνα ἂν μείζονα ἀπόδειξιν ἢ τὸ μὴ μεταβάλλεσθαι πρὸς ἡδυπάθειαν ἐξὼν μοι παρασχόιμην; τὸν γε μὴν βίον ἀξίω πάντων μᾶλλον ἀνθρώπων ὠφελεῖν οὐ μόνον δι' ὧν ἔχω, ἀλλὰ καὶ δι' ὧν τοιούτος αὐτοῖς φαίνομαι. τίς γὰρ ἂν ἐπ' οὕτως αὐτάρχη καὶ λιτὸν πολέμιος στρατεύσαιτο; ἐπὶ τίνα δ' ἂν οἱ τοιούτοις ἀρεσκόμενοι βασιλεῖς ἢ δήμων πόλεμον ἐξεγείραιεν; ἀκούουσα γοῦν τοῦτος, ἐκκεκαθαρται μὲν ἡ ψυχὴ κακῶν, ἀρίσταται δὲ ξενοδοξίας, ἐπιθυμιῶν δὲ ἀμετρίαν ἐκθεῖληκεν, ἀληθεύειν δὲ δεδίδαχται, ψευδῶν τε πάντων ὑπεραρῶν· εἰ δὲ σε μὴ πείθει ταῦτα, ἄσκει φιληδονίαν καὶ καταπαίξει ἡμῶν ὡς οὐ μέγα νοησάντων.