Ancient Greek
351.4
Aristaenetus, Epistulae 351.4
Unproofread scanNot analysed yet
μζ'. Ζήνωνι. Οὐ γαμητέον οὐδὲ θρεπτέον παῖδας, ἐπεὶ τὸ γένος ἡμῶν ἀσθενὲς ἐστιν, ἐπιφορτίζει δὲ γάμος καὶ τέκνα ἀνίξεις τὴν ἀνθρωπίνην ἀσθένειαν. οἱ γοῦν ἐλθόντες ἐπὶ γάμους καὶ τέκνων τροφὴν δι' ἐπιθυμίαν, ὑστερὸν γνόντες ὡς πλείονων ὀλιγαρχῶν ἐστὶ ταῦτα, μετανοοῦσιν, ἐνδὸν ἀρχήθεν πεφευγέναι. ὁ δὲ ἀπαθὴς ἰκανὰ πρὸς ὑπομονὴν ὑπολαβὼν τὰ οἰκεῖα γάμων καὶ τέκνων ἐκκλίνει γένεσιν. ἀλλ' ὁ βίος ἔρημος ἀνθρώπων γενήσεται· ποῦ γὰρ, ἔρεις, ἡ διαδοχή; εἴθε γὰρ ἐπιλεῖποι βλακεία τὸν βίον, σοφῶν γενομένων πάντων· νῦν δ' ὁ μὲν ἡμῖν πεισθεὶς μόνος ἴσως ἐπιλέλειπε, ὁ δὲ σύμπας βίος ἀπειθίσας παιδοποιηθήσεται. εἰ δὲ καὶ γένος ἀνθρώπων ἐπιλείποι, ἄρα ἀξίων τοσοῦτον ὀλοσφύρασθαι, ὅσον καὶ εἰ μυῶν καὶ σφηκῶν ἐπιλείποι γένεσις; ταῦτα γὰρ τὰ ῥήματα μὴ τεθεαμένων ἐστὶ τὴν τῶν ὄντων φύσιν.