Ancient Greek
386.2
Aristaenetus, Epistulae 386.2
Unproofread scanNot analysed yet
ια᾽. Ἱπποκράτης Ἀβδηριτέων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ὁ πολίτης διέων Ἀμελησαγόρης ἦλθε ἐς Κῶ, καὶ ἐτυχε τούτ᾽ ἐοῦσα ἡ ἀνάληψις τῆς ράβδου ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτή, ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελής ἐς κυπάρισσον, ἣν ἔθος ἄγειν τοῖσι τῷ θεῷ προσήκουσι. (2) ἐπεὶ δὲ σπουδάζειν ἐφύκε καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς προσώπιος ὁ Ἀμελησαγόρης, πεισθείς, ὅπερ ἤν, ἐπεῖγειν τὸ πρᾶγμα, ἀνέγνω τε ὑμῶν τὴν ἐπιστολὴν καὶ ἐθώμησα ὅτι περὶ ἐνός· ἀνθρώπου ὡς εἰς ἄνθρωπος ἡ πόλις θορυβέεσθε. (3) μακάριοι γε δήμοι ὅκσοι ἴσασι τοὺς ἀγαθούς ἀνδρας ἐρμχτα ἑαυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τεῖχεα, ἀλλὰ σοφῶν ἀνδρῶν σοφὰς γνώμας. ἐγὼ δὲ πείθομαι τέχνας μὲν εἶναι θεῶν χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος. μὴ νεμεσῆσῃτε, ἄνδρες Ἄβδηρίται, εἰ οὐχ ὑμᾶς δοκεῶ ἀλλὰ τὴν φύσιν αὐτὴν καλέειν με ἀνασῶσαι ποίημα ἑαυτῆς, κινδυνεύον ὑπὸ