Ancient Greek
387.1
Aristaenetus, Epistulae 387.1
Unproofread scanNot analysed yet
νοῦσῳ διαπεσεῖν. (1) ὥστε πρὸ ὑμῶν ἐγὼ φύσι καὶ θεοῖσι ὑπακουὼν σπεύδω νοσεύντα Δημοκρίτον ἰᾶσθαι, εἴπερ δή καὶ τοῦτο νοῦσός ἐστι, ἀλλὰ μὴ ἀπάτην συνηξέσθε, ὅπερ εὐχόμην. καὶ γένοιτο ἂν πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον τὸ πρὸς ὑπόνοιαν ταραχθῆναι. (2) ἀργύριον δέ μοι ἐρχομένω οὔτ’ ἂν φύσις οὔτε θεὸς ὑπέσχοιτο, ὥστε μηδ’ ὑμεῖς, ἄνδρες Ἀβδηρίται, βιάζεσθε, ἀλλ’ ἔστε ἐλευθέρης τέγνης ἐλεύθερα τὰ ἔργα. οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὅσπερ ἐξανδροποδίζοντες αὐτὰς ἐκ τῆς προτέρας παρρησίας. (3) εἴθ’ ὡς εἰκὸς καὶ ψευσαίνοιτο ἂν ὡς περὶ μεγάλης νοῦσῳ, καὶ ἀρνηθείεν ἂν ὡς περὶ σμικρῆς, καὶ οὐκ ἂν ἐλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἐλθοιεν μὴ κληθέντες. οἰκτρὸς γε ὁ τῶν ἀνθρώπων βίος, ὅτι δι’ ὅλου αὐτοῦ ὡς πνεῦμα χειμέριον ἢ ἀφόρητος φιλαργυρία διαέδυκε, ἐφ’ ἣν εἴθε μᾶλλον ἅπαντες ἱπποὶ ζυγίγσαν ἀποθεραπεύσαι χαλπωτέρην μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐούσα καὶ κακοῦσα. (4) οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νοσήματα πάντα μανίας εἶναι: σοφὸς ἐμποιοῦσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν ὁ δι’ ἀρετῆς ἀποκαθαρθεὶς ὑγιαίνει. (5) εἴθ’ ὅς εἰ πλουτεῖν ἐξ ἅπαντος ἐδούλωμην, ὡ ἄνδρες Ἀβδηρίται, οὐκ ἂν εἷνεκεν δέκα ταλάντων διέβαινον πρὸς ὑμᾶς; ἀλλ’ ἐπὶ τὸν μέγαν ἐρχόμενος Περσέων βασιλέα, ἔνθα πόλεις ὅλαι προστίσαν τῆς ἐξ ἀνθρώπων εὐτυχίας γεγευμέναι, ἰάμην ἂν τὸν ἐκεῖ λοιμὸν ἀνῦναι. (6) ἀλλ’ ἀπρηνησάμην ἐχθρὴν Ἑλλάδι γώρην ἐλευθερώσαι κακῆς νοῦσῳ. χάρις τὸ μὲν ἐπ’ ἐμοὶ καταναυμάχω τοὺς βαρβάρους, εἴργον δ’ ἂν αἰσχύνην τὸν βασιλέα πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιοῦσαν, περὶεσκεμην δ’ ἂν αὐτά, ὡς ἐλέπολις τῆς Ἑλλάδος ὑπάρχω. (7) οὐκ ἔστι πλοῦτος τὸ πάνταγόθεν χρηματίζεσθαι· μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς ἐπὶ δικαιοσύνην, οὐκ ὁρωσόμενα ἀλλ’ ἐμφανέα ὄντα. ἢ οὐκ οἴεσθε ἴσον ἀμάρτημα εἶναι σῶζειν πολεμίους καὶ φίλους ἰᾶσθαι μισθοῦ; (8) ἀλλ’ οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, ὡ δήμε· οὐ καρποῦμαι νοῦσους, οὐδὲ δι’ εὐχῆς ἤκουσα τὴν Δημοκρίτου παράχρουσιν, ὡς εἴτε ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσεῖ, θεραπευθεὶς φίλος πλέον ὑπάρξει. πυνθάνομαι δὲ αὐτὸν ἐμβριθέα καὶ στερεὸν τὰ ἤθη καὶ τῆς ἡμετέρας πόλιος ὄντα κόσμον. ἔρρωσο.