Ancient Greek
406.1
Aristaenetus, Epistulae 406.1
Unproofread scanNot analysed yet
πράξαι ἐρέω. «Ἄθηναῖοι, ὦ ἄνδρες Θεσσαλοὶ, κακῶς ἐξουσῆν χρεόμενοι, μητρόπολιν ἡμετέραν Κῶ ἐν δουλῆς μερίδι διατίθενται, τὰ ἐλεύθερα διὰ προγόνων κτήσιος δορίκτητα ποιούμενοι, οὐτε ἑγγενεῖν αἰδεσθέντες, ἢ ἐστι αὐτοῖσι ἀπὸ Ἀπόλλωνός τε καὶ Ἡρακλέος, ἥτις ἐς Αἰνὶν τε καὶ Σούνιον τοὺς κείνων παῖδας ἰκνέεται, οὐδ’ Ἡρακλέος εὐεργεσιῶν ἐνέκεν περὶ ἐς νόον βαλόμενοι, ὅς δ κοινὸς ὑμῖν τε καὶ ἡμῖν ὁρθῶς ποιῶν θεὸς ἐς κείνους κατέθετο. ὑμεῖς δὲ ἀλλὰ πρὸς Διὸς τε Ἰκασίου καὶ θεῶν ὁμογόνων ἐξέλθετε, ἀμύνατε, ἐλευθερώσατε, τῆς ἰδίας φιλοτιμίας μηδὲν ἐλλείποντες.