Ancient Greek
406.2
Aristaenetus, Epistulae 406.2
Unproofread scanNot analysed yet
κζ Προσῆκειν ἡγέομαι, ὦ ἄνδρες Ἄθηναῖοι, τὸν καθιστάμενον ἐς ὑμᾶς καὶ μὴ γιγνωσκόμενον παντὶ τῷ πλήθει, πρῶτον μὲν δηλῶσαι ὅστις καὶ ὁπόθεν ἐστὶ, μετὰ δὲ ταῦτα οὕτω τῶν ἄλλων λόγων ἀπεσθαι. ἐμοὶ μὲν πατὴρ Ἱπποκράτης, ὃν ὑμεῖς γιγνώσκετε ἐν ἰητριχῇ ἡλικῆν δύναμιν ἔχει, σύνοικος δὲ Θεσσαλός. (2) γιγνώσκομαι δὲ καλῶ οὐχ ἐν δευτέροισι ὑμῶν οὐδ’ ὀλίγοισι. πατρίς δέ μοι Κῶς, ἥν ὅκως ὑμῖν οἰκεῖν ἐστὶ ἐξ ἀρχαίων, ἕτεροι ἐροῦσι οἷντες ἱστορίην ἀξηγήσασθαι δυνατώτεροι. (3) ἦλθον δὲ πεμφθεὶς ὑπὸ τοῦ πατρός, τέσσαρας ἔχων. εὐεργεσίας εἰπεῖν παρ’ ὑμῶν ἐς ὑμᾶς γεγεννημένας· τὴν μὲν τινὰ παλαιὰν ἐπὶ τῶν προγόνων, κοινὴν ἐς ἅπαντας τοὺς Ἀμφικτυόνας, ὧν ὑμεῖς οὐχ ἑλαχίστη μοῖρα· τὴν δὲ ἐτέραν ἐπὶ μεῦν ταύτης καὶ διυκνεομένην ἐς Ἑλλήνων τοὺς πλείστους. (4) καὶ αὗται μὲν φανήσονται τῆς πόλιος καὶ τῶν προγόνων τῶν ἐμῶν ἐούσαι, ἡ δὲ τρίτη τοῦ πατρὸς ἰδία, καὶ τῆλικαύτη ὥσην ἐς ἄνθρω οὐδεὶς ὑμῖν τε καὶ πολλοῖσι Ἑλλήνων κατέθετο. ἥν δ’ ὑστάτη τῶν τεσσάρων κοινὴ τοῦ πατρὸς καὶ ἐμοῦ, καὶ οὐκέτι ἐς πλείονας ἀλλ’ ἐς ὑμᾶς αὐτοὺς διυκνεομένη, ἡ πρὸς μὲν τὰς προτέρας εὐεργεσίας σμικρὴ ἂν φαίνη, πρὸς δὲ ἐτέρας γάριτας μετρεομένη μεγάλη. (5) αἱ μὲν δὴ εὐεργεσίαι οὕτως ἔχουσι ὅς ἔργην εἶναι, ὡς ἑυνελόντι εἰπεῖν· δεῖ δὲ μὴ μόνον φάναι ἀλλὰ καὶ ἀποδεῖξαι ὡς εἰσὶ ἀληθῆς. ἀρχὴν οὖν τῷ λόγῳ τὴν ἀρχὴν τῶν ὑπουργιῶν ποιήσομαι, τὰ δὲ ἀρχαιότατα πρῶτα λέξω, ἐν οἷσι τάχ’ ἂν με καταλάβοι μαχρότερα καὶ μυθωδεστέρα εἰπεῖν· ποθέει δὲ πως ἀρχαίως λέγεσθαι. (6) ἦν γὰρ χρόνος ὅτ’ ἦν Κρισαίων ἔθνος. καὶ φχεον μὲν περὶ τὸ Πυθικὸν ἱερὸν, γῆν δ’ εἶχον ἢ γε νῦν τῷ Ἀπόλλωνι αἰχέρωται· καλέεται δὲ τὸ μὲν Κρισαίων πεδίον ὡς Λοχροὶ παριοικέουσι καὶ ὡς Μέλαιναί πρόσεισι, τὸ δὲ Κίρπιον ὄρος ὡς Φωκεῖς παραχέεται. (7) οὕτοι οἱ Κρισαῖοι γενόμενοι κοτε πολλοὶ καὶ ἰσχυροὶ καὶ πλούσιοι, τοῦτοισι τοῖσι ἀγαθοῖσι ἐπὶ κακῶ ἐχρήσαντο· ἐξυβρίσαντες γὰρ πολλὰ καὶ δεινὰ καὶ παράνομα εἰργάσαντο ἐς τὸν θεὸν ἀσεβέοντες, Δελφοὺς καταδουλούμενοι, προσοίκους ληζόμενοι, θεωρούς συλέοντες, γυναῖκας τε καὶ παῖδας ἀγνέοντες καὶ ἐς