Ancient Greek
424.2
Aristaenetus, Epistulae 424.2
Unproofread scanNot analysed yet
ζ. Τιμοθέῳ. Περὶ μὲν τῆς οἰκειότητος τῆς ὑπαρχούσης ἡμῖν πρὸς ἀλλήλους οἶμαι σε πολλῶν ἀχρᾶσθαι, συγχάριον δέ σοι πυνθανόμενος πρῶτον μὲν ὅτι τῇ δυναστείᾳ τῇ παρούσῃ κάλλιον χρῆ τοῦ πατρὸς καὶ φρονιμώτερον, ἐπεὶθ' ὅτι προαίρει δόξαν καλὴν κτήσασθαι μᾶλλον ἢ πλοῦτον μέγαν συναγαγεῖν. σμικρὸν γὰρ οὐ μικρὸν ἐκφέρεις ἀρετῆς· ἀλλ' ὡς δυνατὸν μέγιστον, ταύτην ἔχων τὴν γνώμην ὥστ' ἂν ἐμμείνης τοῖς περὶ σοῦ νῦν λεγομένοις, οὐκ ἀπορήσεις τῶν ἐγχομισσομένων τὴν τε φρόνησιν τὴν σὴν καὶ τὴν προαίρεσιν ταύτην. (2) ἡγοῦμαι δὲ κἂν τὰ διηγγελμένα περὶ τοῦ πατρὸς σου συμβαλέσθαι μεγάλην πίστιν πρὸς τὸ δοκεῖν εὖ φρονεῖν σε καὶ διαφέρειν τῶν ἄλλων· εἰώθασί γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων οὐχ οὕτως ἐπαινεῖν καὶ τιμᾶν τοὺς ἐκ τῶν πατέρων τῶν εὐδοκιμοῦντων γεγενημένους, ὡς τοὺς ἐκ τῶν δυσχόλων καὶ χαλεπῶν, ἅπερ φαίνονται μηδὲν ὁμοιοὶ τοῖς γονεύσιν ὄντες. μᾶλλον γὰρ ἐπὶ πάντων κεχαρισμένον αὐτοῖς ἐστὶ τὸ παρὰ λόγον συμβαῖνον ἀγαθὸν τῶν εἰκότως καὶ προσήκοντως γιγνομένων.