Ancient Greek
424.4
Aristaenetus, Epistulae 424.4
Unproofread scanNot analysed yet
(3) Ὅν ἐνθυμούμενον χρῆ ζητεῖν καὶ φιλοσοφεῖν, ἐξ ὅτου τρόπου καὶ μετὰ τίνων καὶ τίσιν συμβούλοις χρῶμενος τὰς τε τῆς πόλεως ἀτυχίας ἐπανορθώσεις, καὶ τοὺς πολίτας ἐπὶ τε τὰς ἐργασίας καὶ τὴν σωφροσύνην προτρέψεις, καὶ ποιήσεις αὐτοὺς ἥδιον ζῆν καὶ θαρραλέωτερον ἢ τὸν παρελθόντα χρόνον. ταῦτα γὰρ ἐστιν ἔργα τῶν ὀρθῶς καὶ φρονίμως τυραννευσόντων. (4) ὧν ἐνιοὶ καταφρονήσαντες οὐδὲν ἄλλο σκοποῦσι πλὴν ὅπως αὐτοὶ θ' ὡς μετὰ πλείστας ἀσέλειας τὸν βίον διάζουσιν, τῶν τε πολιτῶν τοὺς βελτίστους καὶ πλουσιωτάτους καὶ φρονιμωτάτους λυμανοῦνται καὶ δασμολογήσονται, κακῶς εἰδότες ὅτι προσῆκε τοὺς εὖ φρονοῦντας καὶ τὴν τιμὴν ταύτην ἔχοντας μὴ τοῖς τῶν ἄλλων κακοῖς αὐτοὺς ἡδονὰς παρασκευάζειν ἀλλὰ ταῖς αὐτῶν ἐπιμελείαις τοὺς πολίτας εὐδαιμονεστέρους ποιεῖν, (5) μηδὲ πικρῶς μὲν καὶ χαλεπῶς διακείσθαι πρὸς ἅπαντας, ἀμελεῖν δὲ τῆς αὐτῶν σωτηρίας, ἀλλ' οὕτω μὲν πρᾴως καὶ νομίμως ἐπιστατεῖν τῶν πραγμάτων, ὥστε μηδεὶς τολμᾶν αὐτοὺς ἐπιβουλεύειν, μετὰ τοσαύτης δ' ἀκριβείας τὴν τοῦ σώματος ποιεῖσθαι φυλακήν, ὡς ἀπάντων αὐτοὺς ἀνελεῖν βουλομένων. ταύτην γὰρ τὴν διάνοιαν ἔχοντες αὐτοὶ τ' ἂν ἐξω τῶν κινδύνων εἴεν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῖεν ὧν ἀγαθὸν μεῖζω