Ancient Greek
426.2
Aristaenetus, Epistulae 426.2
Unproofread scanNot analysed yet
χ' Τοῖς Μυτιληναίοις ἄρχουσιν. Οἱ παῖδες οἱ Ἀραρέως, υἱεῖς δ’ ἐμοί, παιδευθέντες ὑπ’ Ἀγνόρου τὰ περὶ τὴν μουσικήν, ἐδεήθησάν μου γράμματα πέμψαι πρὸς ὑμᾶς, ὅπως ἂν, ἐπειδὰν καὶ τῶν ἄλλων τινὰς καταγάγητε φυγάδων, καὶ τούτων καταδέξησθε καὶ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς. λέγοντος δέ μου πρὸς αὐτοὺς ὅτι δέδοικα μὴ λίαν ἄτοπος εἴναι δοξῶ καὶ περίεργος, ζητῶν οὐρίσκεσθαι τῆλικαῦτα τὸ μέγεθος παρ’ ἀνδρῶν, οὓς οὐδεπώποτε τριότερον οὔτε διελέχην οὔτε συνήθης ἐγενόμην, ἀκούσαντες ταῦτα πολὺ μᾶλλον ἐλπάρουν. (2) ὡς δ’ οὐδὲν αὐτοῖς ἀπέβαινεν ὧν ἠλπίζον, ἅπασιν ἦσαν καταφανεῖς ἀθδοῖς διακειμένοι· καὶ χαλεπῶς πεύροντες. ὁρῶν δ’ αὐτοὺς λυπουμένους μᾶλλον τοῦ προσήκοντος, τελευταίων ὑπεσχόμην γράφειν τὴν ἐπιστολὴν καὶ πέμπειν ὑμῖν. ὑπὲρ μὲν οὖν τοῦ μὴ δικαίως ἂν δοκεῖν μωρὸς εἶναι μηδ’ ἄχληρὸς ταῦτ’ ἔχω λέγειν.