Ancient Greek
426.4
Aristaenetus, Epistulae 426.4
Unproofread scanNot analysed yet
(3) Ἡγοῦμαι δὲ καλῶς ὑμᾶς βεβουλεύθαι καὶ διαλλαττομένους τοῖς πολίταις τοῖς ὑμετέροις, καὶ πειρωμένους τοὺς μὲν φεύγοντας ὀλίγους ποιεῖν, τοὺς δὲ συμπολιτευομένους πολλούς, καὶ μιμουμένων τὰ περὶ τὴν στάσιν τὴν πόλιν τὴν ἡμετέραν. μάλιστα δ’ ἂν τις ὑμᾶς ἐπαινέσειεν, ὅτι τοῖς κατιούσιν ἀποδίδοτε τὴν οὐσίαν· ἐπιδείκνυσθε γὰρ καὶ ποιεῖτε πᾶσι φανερόν, ὡς οὐ τῶν κτημάτων ἐπιθυμήσαντες τῶν ἄλλοτρίων ἀλλ’ ὑπὲρ τῆς πόλεως δεῖσαντες ἐποιήσατε τὴν ἐκβολὴν αὐτῶν. (4) οὐ μὴν ἀλλ’ εἰ καὶ μηδὲν ὑμῖν ἔδοξε τούτων μηδὲ προσεδέχεσθε μηδένα τῶν φυγάδων, τούτους γε νομίζω συμφέρειν ὑμῖν κατάγειν. αἰσχρόν γὰρ τὴν μὲν πόλιν ὑμῶν ὑπὸ πάντων ὁμολογεῖσθαι μουσικωτάτην εἶναι καὶ τοὺς ὀνομαστοτάτους ἐν αὐτῇ παρ’ ὅμιν τυγχάνειν γεγονότας, τὸν δὲ προέχοντα τῶν νῦν ὄντων περὶ τὴν ἱστορίαν τῆς παιδείας ταύτης φεύγειν ἐκ τῆς τοιαύτης πόλεως, καὶ τοὺς μὲν ἄλλους “Ελληνας τοὺς διαφέροντας περὶ τι τῶν καλῶν ἐπιτηδευμάτων, χἂν μηδὲν προσήκῃ, ποιεῖσθαι πολίτας, ὑμᾶς δὲ τοὺς εὐδοκιμοῦντας τε παρὰ τοῖς ἄλλοις καὶ μετασχόντας τῆς αὐτῆς φύσεως περιόρων παρ’ ἑτέρους μετοικοῦντας. (5) θαυμάζω δ’ ὅσαι τῶν πόλεων μειζόνων δωρεῶν ἀξιοῦσι τοὺς ἐν τοῖς γυμνικοῖς ἀγῶσι κατορθοῦντας μᾶλλον ἢ τοὺς τὴν φρόνησιν καὶ τῇ φιλοπονίᾳ τι τῶν ἡμῶν εὐρίσκοντας, καὶ μὴ συνορῶσιν ὅτι πεφύκασι αἱ μὲν περὶ τὴν ῥώμην καὶ τὸ τάχος δυνάμεις συναποθνῄσκειν τοῖς σώμασιν, αἱ δ’ ἐπιστήμαι παραμένειν ἅπαντα τὸν χρόνον ὠφελού-