Ancient Greek
432.4
Aristaenetus, Epistulae 432.4
Unproofread scanNot analysed yet
ε’. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου. Εἰ καὶ τῶν ἄλλων ἔνεκα μὴ γράφεις ἡμῖν, ἀλλ’ ὑπὲρ γε τοῦ θεοῦς ἐχθροῦ χρήν σε γράφειν Ἀθανασίου, καὶ ταῦτα πρὸ πλείονος ἤδη χρόνου τὰ καλῶς ἡμῖν ἐγνωσμένα πεπισμένον. (2) δυνυμι δὲ τὸν μέγαν Σάραπιν, ὡς εἰ μὴ πρὸ τῶν Δεκεμβρίων Καλανδῶν ὁ θεοῦς ἐχθρὸς Ἀθανάσιος ἐξέλιθι ἐκείνης, μᾶλλον δὲ καὶ πάσης τῆς Αἰγύπτου, τῇ ὑπαχουούσῃ σοι τάξει προστιμήσομαι χρυσοῦ λίτρας ἑκατόν. (3) οἶσθα δὲ ὅπως εἰμὶ βραδὺς μὲν εἰς τὸ καταγνῶναι, πολλῷ δὲ ἐτι βραδύτερος εἰς τὸ ἅπαξ καταγνοὺς ἀνεῖναι. **καὶ τῇ αὐτοῦ χειρὶ πᾶν με λυπεῖ τὸ καταφρονεῖσθαι τοὺς θεοὺς πάντας. οὐδὲν οὕτως ἴδοιμι, μᾶλλον δὲ ἀκούσαιμι μηδενός παρὰ σοῦ πραχθέντος, ὡς Ἀθανασίον ἐξεληλαμένον τῶν τῆς Αἰγύπτου τόπων, τὸν μιαρόν, δὲ ἐτόλμησεν Ἑλληνίδας ἐπ’ ἑμοῦ γυναῖκας τῶν ἐπισήμων βαπτίσαι. διωκέσθω.