Ancient Greek
432.6
Aristaenetus, Epistulae 432.6
Unproofread scanNot analysed yet
ζ’. Ἀρταβίῳ. Ἐγὼν νὴ τοὺς θεοὺς οὔτε κτεῖνεσθαι τοὺς Γαλιλαίους οὔτε τύπτεσθαι παρὰ τὸ δίκαιον οὔτε ἄλλο τι πάσχειν κακὸν βούλομαι, προτιμᾶσθαι μέντοι τοὺς θεοσεβεῖς καὶ πᾶνν φημὶ δεῖν· διὰ γὰρ τὴν Γαλιλαίων μωρίαν ὀλίγου δεῖν ἅπαντα ἀνεστράφη, διὰ δὲ τὴν τῶν θεῶν εὐμένειαν σωζόμεθα πάντες. ὧν χρή τιμᾶν τοὺς θεοὺς καὶ τοὺς θεοσεβεῖς ἄνδρας τε καὶ πόλεις.