Ancient Greek
433.3
Aristaenetus, Epistulae 433.3
Unproofread scanNot analysed yet
ζ'. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου. Ἄλλοι μὲν ἵππων, ἄλλοι δὲ ὀρνέων, ἄλλοι δὲ θηρίων ἐρώσιν· ἐμοὶ δὲ βιβλίων κτήσεως ἐκ παιδαρίου δεινὸς ἐντέθηκε πόθος. ἄτοπον οὖν εἰ ταῦτα περιδοῖμι σφετερισαμένους ἀνθρώπους, οἷς οὐκ ἀρκεῖ τὸ χρυσίον ἀποπλήσαι τὸν πολὺν ἕρωτα τοῦ πλούτου, πρὸς δὲ καὶ ταῦτα ὑφαίρεσθαι ῥαδίως διανοουμένους. (2) ταύτην οὖν ἰδιωτικὴν μοι δὸς τὴν χάριν, ὅπως ἀνευρεθῇ πάντα τὰ Γεωργίου βιβλία. πολλὰ μὲν γὰρ ἦν φιλόσοφα παρ' αὐτῷ πολλὰ δὲ ῥητορικά, πολλὰ δὲ ἦν καὶ τῆς τῶν δυσσεβῶν Γαλλαίων διδασκαλίας, ἣ βουλοίμην μὲν ἡφανίσθαι πάντη· τοῦ δὲ μὴ σύν τούτοις ὑφαιρεθῆναι τὰ χρησιμώτερα, ζητεῖσθω χάκεινα μετ' ἀκριβείας ἀπαντα. (3) ἤγελων δὲ τῆς ζητήσεως ἔστω σοι ταύτης ὁ νοτάριος Γεωργίου, δὲ μετὰ πίστευς μὲν ἀνιχνεύσας αὐτὰ γέρας ἵστω τευξόμενος λευθερίας, εἰ δ' ἀμωσγέπως γένοιτο κακοῦργος περὶ τὸ πρᾶγμα, βασάνων εἰς πείραν ἥξων. (4) ἐπίσταμαι δὲ ἐγὼ τὰ Γεωργίου βιβλία, καὶ εἰ μὴ πάντα, πολλὰ μέντοι· μετέδωκε γὰρ μοι περὶ τὴν Καππαδοχίαν ὄντι πρὸς μεταγραφὴν τινα, καὶ ταῦτα ἔλαβε πάλιν.