Ancient Greek
433.1
Aristaenetus, Epistulae 433.1
Unproofread scanNot analysed yet
σ'. Γεωργίου. Ἦλθες Τηλέμαχε φησι τὸ ἔπος· ἐγὼ δὲ σε καὶ εἶδον ἤδη τοῖς γράμμασι, καὶ τῆς ἱερᾶς σου ψυχῆς τὴν εἰκόνα καθάπερ ὀλίγῃ σφραγίδι μεγάλου χαρακτῆρος τύπον ἀνεψάξαμην. ἔστι γὰρ ἐν ὀλίγῳ πολλὰ δεῖξθῆναι, ἐπεὶ καὶ Φειδίας ὁ σοφὸς οὐκ ἐκ τῆς Ὀλυμπιάσι μόνον ἡ Ἀθήνησιν εἰκόνος ἐγνωρίζετο, ἀλλ' ἤδει καὶ μικρῷ γλύμματι μεγάλης τέχνης ἔργον ἐγχλεῖσαι, (2) οἷον δὴ τὸν τέττιγᾶ φασιν αὐτοῦ καὶ τὴν μελίτταν, εἰ δὲ βούλει, καὶ τὴν μυῖαν εἶναι· ὧν ἕκαστον, εἰ καὶ τῇ φύσει κεχάλκωται, τῇ τέχνῃ ἐψύχωται. ἀλλ' ἐν ἐκείνοις μὲν ἴσως αὐτῷ καὶ ἡ σμικρότης τῶν ζῴων εἰς τὴν κατὰ λόγον τέχνην τὸ εἴκος ἐχάριζετο· σὺ δ' ἀλλὰ τὸν ἐφ' ἵππου θηρώντα Ἀλέξανδρον εἰ δοκεῖ σκόπει, οὐ τὸ μέτρον ἐστὶ πᾶν ὄνυχος οὐ μείζων. (3) οὕτω δὲ ἐφ' ἑκατέρου τὸ θαῦμα τῆς τέχνης κέχυται, ὥστε ὁ μὲν Ἀλέξανδρος ἤδη τὸ θηρίον βάλλει καὶ τὸν θεατὴν φοβεῖ, δι' ὅλου δυσωπῶν τοῦ σχήματος, ὁ δὲ ἵππος ἐν ἄκρα τῶν ποδῶν τῇ βάσει τὴν στάσιν φεύγων ἐν τῇ τῆς ἐνεργείας κλοπῇ τῇ τέχνῃ κινεῖται. ὁ δὴ καὶ αὐτὸς ἡμῖν, ὦ γενναῖε, ἐποίησε. (4) ὥσπερ γὰρ ἐν Ἐρμου λογίου σταδίους δι' ὅλου πολλάκις τοῦ δράμου στεφανωθείς ἤδη δι' ὧν ἐν ὀλίγοις γράφεις τῆς ἀρετῆς τὸ ἄκρον ἐμφαίνεις καὶ τῷ ὄντι τὸν Ὀδυσσέα τὸν Ὀμήρου ζηλοῖς, δὲ καὶ μόνον εἰπὼν ὅστις ἦν, ἥρχει τοὺς Φαίακας ἐκπλήξαι. εἰ δὲ τι καὶ παρ' ἡμῶν τοῦ κατὰ σὲ φιλικοῦ καπνοῦ δεῖ, φθόνος οὐδεὶς. πάντως που καὶ παρὰ τῶν ἡττόνων εἶναι τι χρηστὸν ὁ μὺς τὸν λέοντα σώσας ἀρχοῦντως δείκνυσιν.