Ancient Greek
439.2
Aristaenetus, Epistulae 439.2
Unproofread scanNot analysed yet
ιθ’. Ἰουλιανὸς Εὐστοχίῳ. Ἡσιόδῳ μὲν δοκεῖ τῷ σοφῷ καλεῖν ἐπὶ τὰς ἑορτὰς τοὺς γείτονας ὡς συνγαυδήσομένους, ἐπειδὴ καὶ συναλγοῦσι καὶ συναγωνιώσιν, ὅταν τις ἀπροσδόκητος ἐμπέσῃ ταραχή. ἐγὼ δὲ φημὶ τοὺς φίλους δεῖν καλεῖν, οὐχὶ τοὺς γείτονας· τὸ αἴτιον δέ, ὅτι γείτονα μὲν ἐνεστιν ἐχθρὸν εἶναι, φίλον δὲ ἐχθρὸν οὐ μᾶλλον ἢ τὸ λευκὸν μέλαν εἶναι καὶ τὸ θερμὸν ψυχρόν. (2) ὅτι δὲ ἡμῖν σὺ νῦν μόνον ἀλλὰ καὶ πάλαι φίλος εἶ, καὶ διετέλεσας εὐνοϊκῶς ἔχων, εἰ καὶ μηδὲν ὑπῆρχεν ἄλλο τεκμήριον, ἀλλὰ τὸ γε ἡμᾶς οὕτω διατεθεῖσθαι περὶ σὲ μέγα ἂν εἴη τούτου σημεῖον. ἦκε τοίνυν μεθέξων τῆς ὑπατείας καὶ αὐτός. ἀξεῖ δὲ σε ὁ δημόσιος δρόμος, ὀχήματι χρώμενον καὶ παρίππῳ ἐνί. εἰ δὲ χρή τι καὶ ἐπευξάσθαι, τὴν Ἐνοδίαν εὐμενῆ σοι καὶ τὸν Ἐνόδιον παρακεκληγόμεν.