Ancient Greek
439.4
Aristaenetus, Epistulae 439.4
Unproofread scanNot analysed yet
κ’. Ἰουλιανὸς Καλλιξένῃ. Χρόνος δίκαιον ἂν δρὰ δείχνυσι μόνος, ὡς παρὰ τῶν ἐμπροσθεν ἐγνώμεν· ἐγὼ δ’ ἂν φαίην ὅτι καὶ τὸν εὐσεβῆ καὶ τὸν φιλόθεον. ἀλλ’ ἐμαρτυρήθη, φής, καὶ ἡ Πηνελόπη φιλάνδρος. εἶτα μετὰ τοῦ φιλάνδρου τὸ φιλόθεον τίς ἐν γυναικὶ δεύτερον τίθησι, καὶ οὐ φαίνεται πολὺν πᾶν τὸν μανδραγόραν ἐκπεπωκώς; (2) εἰ δὲ καὶ τοὺς καιροὺς τις ἐν νῷ λάβοι καὶ τὴν μὲν Πηνελόπην ἐπαινουμένην σχεδὸν ὑπὸ πάντων ἐπὶ τῇ φιλανδρίᾳ, κινδυνεύουσα δὲ τὰς εὐσεβεῖς ὀλίγῳ πρότερον γυναῖκας, καὶ προσθεῖν δὲ τῶν κακῶν ὅτι καὶ διπλάσιος ὁ χρόνος, ἆρ’ ἔστι σοι τὴν Πηνελόπην ἑαυτῷ παραβάλλειν; (3) ἀλλὰ μὴ μικροὺς ποιοῦ τοὺς ἐπαίνους, ἀν’ ὧν ἀμείψονται μὲν σε πάντες οἱ θεοί, τὰ παρ’ ἡμῶν δὲ διπλῆ σε τιμήσομεν τῇ ἱερωσύνη. πρὸς γὰρ πρότερον εἶχες τῆς ἀγυωτάτης θεοῦ Δήμητρος, καὶ τῆς μεγίστης μητρὸς θεᾶς τῆς Φρυγίας ἐν τῇ θεοφιλεί Πησινούντῃ τὴν ἱερωσύνην ἐπιτρέπομέν σοι.