Ancient Greek
439.6
Aristaenetus, Epistulae 439.6
Unproofread scanNot analysed yet
κα’. Ἰουλιανὸς Λεοντίῳ. Ὁ λογοποιὸς ὁ Θούριος ὥτα εἶπεν ἀνθρώποις ὀφθαλμῶν ἀπιστότερα. τούτῳ δ’ ἐπὶ σοῦ τὴν ἐναντίαν ἔγω γνώμην ἐγώ· πιστότερα γὰρ ἐστί μοι τὰ ὦτα τῶν ὀφθαλμῶν. οὐ γὰρ εἴποτε εἶδόν σε δεκάκις, οὕτως ἂν ἐπίστευσα τοῖς ὀφθαλμοῖς, ὡς νῦν ταῖς ἀκοαῖς πιστεύω ταῖς ἐμαυτοῦ, παρ’ ἄνδρὸς οὐδαμῶς οἷον τε ψεύδε-σθαι δεδιδάγμενος ὅτι πάντα ἄνηρ ὤν αὐτὸς σεαυτοῦ χρείττων εἶ περὶ τὸ ρέζειν (φρῆσις Ὀμήρου) χεραὶ τε καὶ ποσίν. ἐπιτρέψαντες οὖν σοι τὴν τῶν ὅπλων χρήσιν ἀπεστείλαμέν τε πανοπλίαν ἢ τέως τοῖς πε-ζοῖς ἀρμόττει, ἐγχατελέξαμέν τε σε τῷ τῶν οἰκείων συντάγματι.