Ancient Greek
440.4
Aristaenetus, Epistulae 440.4
Unproofread scanNot analysed yet
κγ. Ἰουλιανὸς Σαραπίωνι τῷ λαμπροτάτῳ. Ἄλλοι μὲν ἄλλως τὰς πανηγύρεις νομίζουσιν, ἐγὼ δὲ ἧδύ σοι γλυκείας ἑορτῆς σύνηθμα τῶν ἐπιχωρίων ἰσχάδων τὰς μακροχέντροὺς ἑκατὸν ἐκπέμπω, τῷ μὲν τοῦ δώρου μεγέθει μικράν, τῷ καλλεῖ δὲ ἴσως ἀρχούσαν ἡδονὴν μνηστευούων. (2) Ἀριστοφάνει μὲν οὖν δοκεῖ εἶναι πλὴν μελίττος τῶν ἄλλων γλυκυτέρον τὰς ἰσχάδας, καὶ οὐδὲ τοῦτ’ ἀνέχεται τῶν ἰσχάδων εἶναι γλυκυτέρον, ὡς αὐτὸς ἐπικρίνας λέγει· Ἡροδότῳ δὲ ἄρα τῷ συγγραφεῖ πρὸς ἐπίδειξιν ἐρημίας ἀληθῶς ἠρξεν εἰπόντι παρ’ οἷς οὔτε σῦκά ἐστιν οὔτε ἄλλο ἄγαθὸν οὐδέν, ὡς οὔτε ἄλλου τινὸς ἐν χαρποῖς ἀγαθῷ προτέρου τῶν σύκων ὄντος, οὔτε ἐτι πάντως ἀγαθοῦ λείποντος παρ’ οἷς ἂν ἦ τὸ σύκον. (3) Ὀμήρος δὲ ὁ σοφὸς τὰ μὲν ἄλλα τῶν καρπῶν εἰς μέγεθος ἢ χρόαν ἢ κάλλος ἐπαινεί, μόνην δὲ τὴν σῦκον τὴν τῆς γλυκύτητος ἐπωνυμίαν συγ-χωρεῖ. καὶ τὸ μὲν μέλι χλωρὸν καλεῖ, δεδιὼς μὴ λάθῃ γλυκὺ προσειπὼν ὅ καὶ πικρὸν εἶναι πολλαχοῦ συμβαίνει· τῷ σῦκῳ δὲ ἄρα μόνῳ ἀποδίδωσι τὴν οἰκείαν εὐφημίαν, ὥσπερ τῷ νέκταρι, διότι καὶ μόνον φησὶ γλυκὺ τῶν ἄλλων ἐστί. (4) καὶ μέλι μὲν Ἱπποκρά-της γλυκὺ μὲν εἶναι τῇ αἰσθήσει, πικρὸν δὲ πάντως τῇ ἀνάδοσιν, καὶ οὐκ ἀπιστῶ τῷ λόγῳ· χολῆς γὰρ αὐτὸ ποιητικὸν εἶναι ξυμπάντες ὁμολογοῦσι καὶ τρέπειν τοὺς χυμοὺς εἰς τοὐναντίον τῆς γεύσεως. ὁ δὲ καὶ μᾶλλον τῆς ἐκ φύσεως αὐτοῦ πικρότητος κατηγορεῖ τὴν γένεσιν·