Ancient Greek
441.1
Aristaenetus, Epistulae 441.1
Unproofread scanNot analysed yet
οὐ γὰρ ἂν εἰς τοῦτο μετέβαλλεν ὁ πικρὸν ἐστιν, εἰ μὴ καὶ πάντως αὐτῷ προσῆν ἐξ ἀρχῆς τοῦτο, ἀφ’ οὗ πρὸς τὸ ἕτερον μετέπεπτε. 5 σύκων δὲ οὐκ αἰσθῆσει μόνον ἡδύ, ἀλλὰ καὶ ἀναδόσει χρεῖττόν ἐστιν. οὕτω δὲ ἐστιν ἀνθρώποις ὠφέλιμον, ὥστε καὶ ἀλεξιφάρμακον αὐτὸ παντὸς ἄλειρίου φαρμάκου φησὶν Ἀριστοτέλης εἶναι, χἂν τοῖς δεῖπνοις οὐχ ἄλλου τινὸς ἢ τούτου χάριν τῶν ἐδεσμάτων προπαρατιθεσθαι τε καὶ ἐπιτραγηματίζεσθαι, καθάπερ ἀντ’ ἄλλης τινὸς ἀλεξήσεως ἱερὰς ταῖς τῶν βρωμάτων ἀδικίαις περιπτυσσόμενον. 6 καὶ μὴν ὅτι θεοῖς τὸ σύκον ἀνάκειται καὶ θυσίας ἐστιν ἀπάσης ἐμβόλιον, καὶ ὅτι παντὸς λιβανωτοῦ χρεῖττον ἐς θυμιάματος σκευασίαν ἐστίν, οὐκ ἐμὸς ἴδιος οὕτος ὁ λόγος, ἀλλ’ ὅστις τὴν χρείαν αὐτοῦ ἔμαθεν, οἷδεν ὡς ἀνδρὸς σοφοῦ καὶ ἱεροφάντου λόγος ἐστί. 7 Θεόφραστος δὲ ὁ καλῶς ἐν γεωργίας παραγγελίαισι τὰς τῶν ἑτεροφυτῶν δένδρων γενέσεις ἐκτιθεὶς καὶ ὅσα ἀλληλόγυοις ἐγκεντρίσεσιν εἴκει, πάντων οἶμαι τῶν φυτῶν μᾶλλον ἐπαινεῖ τῆς συκῆς τὸ δένδρον ὡς ἂν ποικίλης καὶ διαφόρου γενέσεως δεκτικὸν καὶ μόνον τῶν ἄλλων εὐκόλως παντοίου γένους ἐνεγκεῖν βλάστην, εἰ τις αὐτοῦ τῶν κλάδων ἄκρεμον ἐκάστον, εἴτα ἑκρήξας ἄλλην ἐς ἄλλο τῶν πρέμνων ἐμφυᾷ γονὴν ἐναρμόσειεν, ὡς ἀρκεῖν ἤδη πολλάκις αὐτοῦ καὶ ἀνὸ’ ὁλοκλήρου κήπου τὴν ὀψίν, ὅν ἐν λειμῶνι χαριστάτῳ ποικίλην τινὰ καὶ πολυειδῆ τῶν καρπῶν ἀφ’ ἑαυτοῦ τὴν ἀγλαΐαν ἀντιπεπορσώτος. 8 καὶ τὰ μὲν ἄλλων τῶν ἀχρόδρυμων ἐστὶν ὀλιγοχρόνια καὶ τὴν μὴν οὐκ ἀνέχεται, μόνον δὲ τῷ σύκῳ καὶ ὑπερενιαυτίζειν ἔξεστι καὶ τῷ τοῦ μέλλοντος καρποῦ γενέσει συνενεχθῆναι. ὥστε φησι καὶ Ὀμηρος ἐν Ἀλκίνου κήπῳ τοὺς καρποὺς ἀλλήλοις ἐπιηρᾶσκειν. ἐπὶ μὲν οὖν τῶν ἄλλων ἴσως ἂν μῦθος ποιητικὸς εἴναι δοξοίε· μόνῳ δὲ τῷ σύκῳ πρὸς τὴν ἀληθείας ἐναργὲς ἂν συμφέροιτο, διότι καὶ μόνον τῶν ἄλλων καρπῶν ἐστὶ μωνιμώτερον. 9 τοιαύτην δὲ ἔχον οἶμαι τὸ σύκον τὴν φύσιν, πολλῷ χρεῖττόν ἐστι τὸ παρ’ ἡμῖν ἔχον τὴν γένεσιν, ὡς εἶναι τῶν μὲν ἄλλων φυτῶν αὐτὸ τιμιώτερον, αὐτοῦ δὲ τοῦ σύκου τὸ παρ’ ἡμῖν θαυμασιώτερον, καὶ νικᾶν μὲν αὐτὸ τῶν ἄλλων τὴν γένεσιν, αὐθὶς δ’ ὑπὸ τοῦ παρ’ ἡμῖν ἠττάσθαι καὶ τῇ πρὸς ἑκάτερον ἐχρήσει πάλιν σὐζέσθαι, κρατοῦντι μὲν ἑκάκως, οἷς δ’ αὐ κρατεῖσθαι δοκεῖ, πάλιν ἐς τὸ καθόλου νικῶντι. 10 καὶ τοῦτο οὐκ ἀπεικότως παρ’ ἡμῖν μόνους συμβαίνει· ἔδει γὰρ οἶμαι τὴν Διὸς πόλιν ἀληθῶς καὶ τὸν τῆς ἑφάς ἀπάσης ὀφθαλμὸν (τὴν ἱερὰν καὶ μεγίστην Δαμασκὸν λέγω) τοῖς τε ἄλλοις σύμπασιν, ὅσον ἱερῶν κάλλει καὶ νεῶν μεγέθει καὶ ὧρων εὐκαιρία καὶ πηγῶν ἀγλαΐα καὶ ποταμῶν πλήθει καὶ γῆς εὐφορία νικῶσαν μόνην ἄρα καὶ τῷ τοιούτῳ φυτῷ πρὸς τὴν τοῦ θαύματος ὑπεροχὴν ἀρκεῖσαι. 11 οὐδὲν οὖν ἀνέχεται μεταβολῆς τὸ δένδρον, οὐδὲ ὑπερβαίνει τοὺς ἐπιχωρίους ὄρους τῆς βλάστης, ἀλλ’ ὥσπερ αὐτόχθονος φυτοῦ νόμῳ τὴν ἐξ ἀποικίας γένεσιν ἀρνεῖται. καὶ χρυσὸς μὲν οἶμαι καὶ ἀργυρος ὁ αὐτὸς πολλοχὸῦ φύεται, μόνῃ δὲ ἡ παρ’