Ancient Greek
448.8
Aristaenetus, Epistulae 448.8
Unproofread scanNot analysed yet
λγ’. Ἰουλιανὸς Ἰαμβλίχῳ φιλοσόφῳ. Ὁδυσσεὶ μὲν ἐξήρκει τοῦ παιδὸς τὴν ἐφ’ ἑαυτῷ φαντασίαν ἀναστέλλοντι λέγειν ΕΠΙΣΤΟΛΑΕ. τὴν ἐμψυχὸν ἡδονὴν τῷ ἔργῳ προστιθέντας. (2) τῶν γε μὴν παλαιῶν καὶ σοφῶν ἀνδρῶν, οὓς ἡμᾶς ἐγχείρειν ἐθέλεις παιζῶν, τοσοῦτον ἀπέχειν ἂν φαίνῃ, ὅσον αὐτῷ σοι τῶν ἀνδρῶν μετεῖναι πιστεύω. καίτοι σύγε οὔ Πίνδαρον μόνον οὐδὲ Δημόκριτον ἢ Ὀρφέα τὸν παλαιότατον, ἀλλὰ καὶ ξύμπαν ὁμοῦ τὸ Ἑλληνικόν, ὅσους εἰς ἄκρον φιλοσοφίας ἐλθεῖν μνημονεύεται, καθάπερ ἐν λύρᾳ ποικίλως φθόγγων ἐνχρωμίᾳ συστάσει πρὸς τὸ ἐντελὲς τῆς μουσικῆς κεράσας ἔχεις. (3) καὶ ὡσπερ Ἄργον τὸν φύλακα τῆς Ἰούς οἱ μῦθοι πρόνοιαν ἔχοντα τῶν Διὸς παιδικῶν ἀκοιμήτους πανταχοῦθεν ὀμμάτων βολαῖς περιφράττουσιν, οὕτω καὶ σὲ γνήσιον ἀρετῆς φύλακα, μυρίοις παιδεύσεως ὀφθαλμοῖς ὁ λόγος φωτίζει. (4) Πρωτέα μὲν δὴ τὸν Αἰγυπτίων φασὶ ποικίλαις μορφαῖς ἑαυτὸν ἐξαλλάττειν, ὥσπερ δεδιότα μὴ λάβῃ τοὺς δεομένους ὅτι ἦν σοφὸς ἐκρήνας· ἐγὼ δὲ εἴπερ ἤν δυνάμεως ὁ Πρωτεύς καὶ οἷος πολλὰ τῶν ὄντων γινώσκειν, ὡς Ὀμηρος λέγει, τῆς μὲν φύσεως αὐτὸν ἐπαινῶ, τῆς γνώμης δ’ οὐκ ἀγαμαι, διότι μὴ φυλανθρώπου τινὸς ἀλλ’ ἀπατεώνως ἔργον ἐποίησε κρύπτον ἑαυτόν, ἵνα μὴ χρήσιμος ἀνθρώποις ἦ. (5) σὲ δέ, ὦ γενναῖε, τὸς οὐκ ἂν ἀληθῶς θαυμάσειεν ὡς οὐδὲν τι τοῦ Πρωτέως τοῦ σοφοῦ μεῖων, εἰ μὴ καὶ μᾶλλον εἰς ἀρετὴν ἄκραν τελεσθεὶς ὧν ἔχεις καλῶν οὐ φθονεῖς ἀνθρώποις, ἀλλ’ ἡλίου καθαρῶ διχην ἀκτῖνας σοφίας ἀκραιφνεῖς ἐπὶ πάντας ἄγεις, οὐ μόνον παροῦσι τὰ εἰκότα ξυνών, ἀλλὰ καὶ ἀπόντες ἐφ’ ὅσον ἐξεστι τοῖς παρὰ σαυτοῦ σκυνόνων· (6) νικήσας δ’ ἂν καὶ τὸν Ὀρφέα τὸν καλὸν οὓς πράττεις, εἰγε δ’ μέν τὴν οἰκείαν μουσικὴν εἰς τὰς τῶν θηρίων ἀκοὰς κατανάλισκε, σὺ δ’ ὡσπερ ἐπὶ σωτηρίᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων τεχθοὶς, τὴν Ἀσκληπιοῦ χεῖρα πανταχοῦ ζηλῶν, ἅπαντα ἐπέρχῃ λογῷ τε καὶ σωτηρίῳ νεύματι. ὡστ’ ἐμοὶ δοκεῖ καὶ Ὀμηρος, εἰ ἀνέβιω, πολλῷ δικαιότερον ἂν ἐπὶ σοὶ αἰνίξασθαι τὸ