Ancient Greek
449.3
Aristaenetus, Epistulae 449.3
Unproofread scanNot analysed yet
eis δ’ ἐπὶ που ζωὸς κατερύκεται εὐρέι κόσμῳ. (7) τῷ γὰρ ὄντι τοῦ παλαίου κόσματος ἡμῖν οἶονε σπινθῆρ τις ἱερὸς ἀληθῶς καὶ γονίμου παιδεύσεως ὑπὸ σοῦ ζωπυρεῖται μόνῳ. καὶ εἴη γε, Ζεῦ σῶτερ καὶ Ἑρμῆ λόγιε, τὸ κοινοὺν ἀπάσης τῆς οἰκουμένης ἄφελος Ἰάμβλιχον τὸν καλὸν ἐπὶ μάχιστον χρόνον τηρεῖσθαι. (8) πάντων σου καὶ ἐφ’ Ὀμήρου καὶ Πλάτωνος καὶ Σωκράτους· καὶ εἰ τις ἀξίος τοῦ χοροῦ τούτου, διὰ καὶς εὐχὰς ἐπίτευγμα τοῖς πρότερον εὐτυχήσεν οὕτω τοὺς ἐκείνων καιροὺς ἐπὶ μεῖζον ἠύξησεν. οὐδὲν δὴ κωλύει καὶ ἐφ’ ἡμῶν ἄνδρα καὶ λόγοις καὶ βίῳ τῶν ἀνδρῶν ἐκείνων ἀντάξιον ὑφ’ ὁμοίας εὐχὰς εἰς τὸ ἀκρότατον τοῦ γήρως ἐπ’ εὐδαιμονίᾳ τῶν ἀνθρώπων παραπεμφθῆναι.