Ancient Greek
453.1
Aristaenetus, Epistulae 453.1
Unproofread scanNot analysed yet
ὡς ἀγνοοῦντα διδάσκοντι· (3) ἐπεὶ δὲ αἰσχύνην ἠξίωμαι πρὸς ἄνδρα τοὺς ἄλλους νοῦντεῖν εἰδῶτα ποιεῖσθαι λόγους, οὓς χρή τοὺς μὴ εἰδότας σωφρονίζειν καὶ παιδεύειν, φέρε σοι τὰ ἄλλα παρέῖς ἄνδρ᾽ ἐπὶ σοφῷ εἰτε μῦθον εἰτε δὴ λόγον ἀληθῆ, σοὶ μὲν ἴσως οὐ ξένον, τοῖς πλείστοις δὲ ὡς εἰκὸς ἀγνώστον, ὃ δὴ καὶ μόνως χρησιμεύσει ὅσπερ φαρμάκων νηπενθεῖ λύσιν ἂν εὕροις τοῦ πάθους οὐκ ἐλάττω τῆς κυλικος, ἣν ἡ Λακᾶινα τῷ Τηλεμάχῳ πρὸς τὸ ἴσον τῆς χρείας ὀρέξαι πιστεύεται. (4) φασι γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ Δαρεῖον γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ ἔχεν δ τι ἂν εἴποιν εἰς παραμυθίαν ἀρχέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς τὸ φῶς ἀνᾶξειν, ἣν εὕλιψῃ τῶν εἰς τὴν χρείαν ἁκόντων ὑποστῆναι τὴν χορηγίαν. (5) κελεύσοντας δ᾽ ἐκείνου μηδενὸς φείσασθαι, δ τι δ᾽ ἂν ἐξῆ λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν δτι τὰ μὲν ἄλλα αὐτῷ πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθεῖν, μόνου δὲ ἑνὸς προσδέοιτο, ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα τῆς ὅλης Ἀσίας οὐ χαλεπῶς ἂν ἴσως εὑρεῖν. (6) ἐρομένου δ᾽ ἐκείνου «τί ἂν εἴη τοσοῦτον ὃ μόνῳ βασιλεῖ γνωσθῆναι συγχωρεῖται »,ὑπολαβόντα φασι τὸν Δημόκριτον, εἰ τριῶν ἀπενηγμένων ὀνόματα τῷ τάφῳ τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῷ τῆς τελευταίας νόμῳ δυσωπουμένῃ. (7) ἀπορήσαντος δὲ τοῦ Δαρείου καὶ μηδέν᾽ ἄρα δυνηθέντος εὑρεῖν ὅτω μὴ καὶ παθεῖν λυπηρὸν τι συνηνέγκη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν «τί οὖν, ὦ πάντων ἀτοπώτατε, ὀργνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῶ τοσοῦτω συμπλακεῖς, ὃ μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἀμείρον οἰκείου πάλιν ἐχων ἐδρεῖν; »ἄλλὰ ταῦτα μὲν ἀκούειν ἔδει Δαρεῖον, ἄνδρα βαρβάρων καὶ ἀπαίδευτον, ἐκδοτον ἡδονῇ καὶ παθεῖ· σὲ δὲ ἄνδρα Ἕλληνα καὶ παιδείαν ἀληθῆ πρεσβεύοντα καὶ παρὰ σαυτοῦ τὸ ἄκος ἔχειν ἐχρῆν, ἐπεὶ καὶ ἄλλως αἰσχύνη τῷ λογισμῷ γένοιτ᾽ ἂν, εἰ μὴ ταῦτόν δύναιτο τῷ χρόνῳ.