Ancient Greek
453.2
Aristaenetus, Epistulae 453.2
Unproofread scanNot analysed yet
λζ. Μαξίμῳ φιλοσόφῳ. Πάντα ἀθρόα ἐπεισὶ μοι καὶ ἀποκλείει τὴν φωνὴν ἄλλο ἄλλῳ προελθεῖν οὐ συγχωρῶν τῶν ἐμῶν διανοημάτων, εἰτε ψυχρὸν τῶν παθῶν εἰτε ὅπως φίλον κατνοιάζεις τὰ τοιαῦτα. ἀλλ᾽ ἀποδομῶν αὐτοὺς ἣν δ χρόνος ἀπέδωκε ταξίν, εὐχαριστήσαντες τοῖς πάντα ἀγαθοῖς, οἱ τέως μὲν γράφειν ἡμῶι συνεχώρησαν, ἵσως δὲ ἡμῖν καὶ ἄλλήλους ἰδεῖν συγχωρήσουσιν. (2) ὡς πρώτων αὐτοκράτωρ ἄκων ἐγενόμην, ὡς ἴσασιν οἱ θεοὶ (καὶ τοῦτο αὐτοὺς καταφανῆς ὧν ἐνεδέχετο τρόπῳ ἐποίησα), στρατεύσας ἐπὶ τοὺς βαρβάρους, ἐκείνης μοι γενομένης τριμήνου τῆς στρατείας, ἐπανιὼν εἰς τοὺς Γαλατικούς αἰγιαλοὺς ἐπεσκόπουν, καὶ τῶν ἐκεῖθεν ἡκόντων ἀνεπυνθανομένη, μὴ τις φιλόσοφος, μὴ τις σχολαστικὸς ἢ τριβώνιος ἢ χλανίδιον φορῶν κατ-