Ancient Greek
454.1
Aristaenetus, Epistulae 454.1
Unproofread scanNot analysed yet
ρεν. 3 ἐπεὶ δὲ περὶ τὸν Βικεντιῶνα (πολύγιον δὲ νῦν ἐστὶν ἀνειλημμένη, πάλαι δὲ μεγάλη τε ἦν καὶ πολυτελέσιν ἱεροῖς ἐκεκόσμητο, τείχει καρτερῷ καὶ προσέτι τῇ φύσει τοῦ χωρίου· περιθεῖ γὰρ αὐτὸ ὁ Δοῦβις ποταμός. ἡ δὲ ὥσπερ ἐν θαλάττῃ πετρώδης ἄκρα ἀνέστηκεν, ἄθικτος ὄλιγοι δὲ φάναι καὶ αὐτοῖς ὁρνίσιν, πλὴν ὅσα ὁ ποταμὸς αὐτὴν περιρρέων ὥσπερ τινὰς αἰγιαλοὺς ἔχει προκειμένους), ταύτης πλησίον τῆς πόλεως ἀπήγτῃσε κυνικὸς τις ἀνήρ, ἔχων τρίβωνα καὶ βακτηρίαν. 4 τοῦτον πόρρωθεν θεασάμενος οὐδὲν ἄλλο ὑπέλαβον ἢ σέ, πλησίον δὲ ἤδη προσίων παρὰ σοῦ πάντως ἤκειν αὐτὸν ἐνόμιζον. οὕτος δ’ ἀνὴρ φίλος μὲν, ἥττον δὲ τῆς προσδοκωμένης ἐλπίδος. ἐν μὲν οὖν τοιούτῳ ὄναρ ἐγένετό μοι. μετὰ τοῦτο δὲ ὤμην σε πολυπραγμονήσαντα τὰ καὶ ἐμὲ τῆς Ἑλλάδος ἔκτος οὐδαμῶς εὑρεθῆναι. ἴστω Ζεὺς, ἴστω μέγας Ἥλιος, ἴστω Ἀθηνᾶ κράτισ καὶ πάντες θεοὶ καὶ πᾶσαι, πῶς κατῶν ἐπὶ τοὺς Ἰλλυριοὺς ἀπὸ τῶν Κελτῶν ἐτρεμὸν ὑπὲρ σοῦ. 5 καὶ ἐτυμβανόμην τῶν θεῶν, αὐτὸς μὲν οὐ τολμῶν (οὐ γὰρ ὑπόμενον οὔτε ἰδεῖν τοιούτων οὔτε ἀκούσαι οὐδὲν, ὅλον ἂν τις ὑπέλαβε δύνασθαι τῇνικαῦτα περὶ σὲ γίνεσθαι), ἐπέτρεπον δὲ ἄλλοις. οἱ θεοὶ δὲ ταραχὰς μὲν τινὰς ἐσεσθαι περὶ σὲ περιφανῶς ἐδίδουν, οὐδὲν μέντοι δεινὸν οὐδὲ εἰς ἔργον τῶν ἀθέσμων βουλευμάτων. ἀλλ’ ὁρᾷς ὅτι μεγάλα καὶ πολλὰ παρέδραμον. 6 μάλιστα σε πειθόμεθα ἀξίων πῶς μὲν ἀθρόως τῆς ἐπιφανείας ἡσθόμεθα τῶν θεῶν, τίνὰ δὲ τρόπον τὸ τοσοῦτον τῶν ἐπιβούλων πλήθος διαπεφεύχαμεν, κτείναντες οὐδεν᾽, χρήματα οὐδενὸς ἀφειλόμενοι, φυλασσόμενοι δὲ μόνον οὐς ἐλαχάνομεν ἐπ’ αὐτοφόρῳ. ταῦτα μὲν οὖν ἴσως οὐ γράφειν ἀλλὰ φράζειν χρή, σίμαι δὲ σε καὶ μάλα ἡδέως πείσεσθαι. 7 θοησκέουσι τοὺς θεοὺς ἀναφανδόν, καὶ τὸ πλήθος τοῦ συγκατελθόντος μοι στρατοπέδου θεοσεβὲς ἐστιν. ἡμεῖς φανερῶς βουθυτοῦμεν. ἀπεθύκαμεν τοῖς θεοῖς χαριστήρια ἐκατόμβας πολλάς. ἐμὲ κελεύουσι οἱ θεοὶ τὰ πάντα ἀγνεύειν εἰς δύναμιν, καὶ πειθόμεθαί γε καὶ προθύμως αὐτοῖς· μεγάλους γὰρ καρποὺς τῶν πάντων ἀποδώσειν φασίν, ἂν μὴ ῥαθυμώμεν. ἦλθε πρὸς ἡμᾶς Εὐάγριος.