Ancient Greek
461.1
Aristaenetus, Epistulae 461.1
Unproofread scanNot analysed yet
ἔχει γὰρ καὶ πηγὰς οὐ φαύλας καὶ λουτρὸν οὐκ ἀναφρόδιτον καὶ κήπον καὶ δένδρα· ἀνθρ δ’ ὧν ἤδη τὴν παλαιὰν ἐκείνην ἐπόθουν δίαιταν, καὶ ἤλθον πολλάκις, καὶ γέγονεν ἡμῖν οὐκ ἔξω λόγων ἡ σύνοδος. ἐστι δ’ ἀνταῦθα καὶ γεωργίας ἐμῆς μικρὸν ὑπόμνημα, φυταλία βραχεῖα, φέρουσα σῖτον εὐωθὴ τε καὶ ἡδύν, οὐκ ἀμεροῶς τι παρὰ τοῦ χρόνου προσλαθεῖν. τὸν Διόνυσον ὄψει καὶ τὰς Χάριτας. 4 ὁ βότρυς δὲ ἐπὶ τῆς ἀμπέλου καὶ ἐπὶ τῆς ληνοῦ θλιβόμενος ἀπόκει τῶν ρόθων, τὸ γλυκὸς δὲ ἐν τοῖς πίθοις ἤδη νέκταρός ἐστιν ἀπορρώς Ὀμήρῳ πιστεύοντι. τί δῆτα οὐ πολὺς γέγονεν οὐδ’ ἐπὶ πλῆθος πᾶνυ πολλὰ τοιούτος ἀμπελῶν; τυγὼν μὲν οὐδὲ ἐγὼ γεωργὸς γέγονα πρόθυμος, **ἀλλὰ ἐπεὶ ἔμοι νηφάλιος ὁ τοῦ Διονύσου κρατὴρ καὶ ἐπὶ πολλ τῶν νυμφῶν δεῖται, ὅσον εἰς ἐμαυτὸν καὶ τοὺς φίλους (ὧλῶν δὲ ἐστι τὸ χρήσιμον τῶν ἀνδρῶν) παρεσκευασάμην. 5 νῦν δὴ σοι δώρων, ὦ φίλη κεφαλή, δίδωμι μικρὸν μὲν ὑπὲρ ἐστί, χαρίεν δὲ φίλῳ παρὰ φίλου, οἴκοθεν οἴκαδε, κατὰ τὸν σοφὸν ποιητὴν Πίνδαρον. τὴν ἐπιστολὴν ἐπισύρων πρὸς λόγχνον γέγραφα, ὥστε εἰ τι ἁμάρτῃται, μὴ πικρῶς ἐξέταξε, μηδ’ ὡς ρήτωρ ρήτορα.