Ancient Greek
461.2
Aristaenetus, Epistulae 461.2
Unproofread scanNot analysed yet
Βασιλεῦ μέν πρὸς κέρδος ὁρῶντι γαλεπὸν ἂν ὑμῶν ἐφάνη τὸ αἴτημα, καὶ οὐκ ἂν ὤνη δεῖν τὴν δημοσίαν εὐπορίαν βλάπτεσθαι τῇ πρὸς τινὰς ἰδίᾳ χάριτι· ἐπεὶ δὲ ἡμεῖς οὐχ ὅτι πλεῖστα παρὰ τῶν ὑπηκόων ἀθροίζομεν πεποιημένα σκοπόν, ἀλλ’ ὅτι πλείστων ἀγαθῶν αὐτοῖς αἴτια γιγνοῦσθαι, τοῦτο καὶ ὑμῖν ἀπολύσει τὰ ὀφλήματα. 2 ἀπολύσει δὲ οὐχ ἀπλῶς ἅπαντα, ἀλλὰ μερισθήσεται τὸ πρᾶγμα, τὸ μὲν εἰς ὑμᾶς, τὸ δὲ εἰς τὴν τῶν στρατιωτῶν χρείαν, ἐξ ἧς οὐκ ἐλάχιστα καὶ αὐτοὶ δήπου φέρεσθε τὴν εἰρήνην καὶ τὴν ἀσφάλειαν. τοιγαροὖν μέχρι μὲν τῆς τρίτης ἐπινευμήσεως ἀφίεμεν ὑμῖν πάντα, ὅσα ἐκ τοῦ φθάνοντος ἐλλείπει χρόνου· μετὰ ταῦτα δὲ εἰσολίσετε κατὰ τὸ ἕθος. 3 ὑμῖν τε γὰρ τὰ ἀριέμενα χάρις ἴκανή, καὶ ἡμῖν τῶν κοινῶν οὐχ ἄμελητέον. περὶ τούτου καὶ τοῖς ἐπάρχους ἐπέσταλχα, ἵν’ ἡ χάρις ὑμῖν εἰς ἔργον προχωρήση. ἐρρωμένους ὑμᾶς οἱ θεοὶ σώζοιεν τὸν ἅπαντα χρόνον.