Ancient Greek
467.1
Aristaenetus, Epistulae 467.1
Unproofread scanNot analysed yet
προσείπειν καὶ τοῖς ἔδεσιν ἐμρῦναι, καθάπερ τὸν Ὀδυσσέα φασίν, ὅτε ἐκ τῆς ἅλης τὴν Ἰθάκην εἶδεν. ἀλλ’ ἐκεῖνον μὲν οἱ Φαίακες ἐπὶ καθεύδοντα ὥσπερ τι φορτίον ἐκθέμενοι τῆς νενὸς ὤφοντο· ἡμᾶς δὲ οὐδὲ ὕπνος αἴρει, μέχρις ἂν σὲ τὸ μέγα τῆς οἰκουμένης ὄρελος ἴδῃν ἐγγένῃται. (2) καίτοι σὺ μὲν τὴν ὧνιν δίην ἐμὲ τε καὶ τὸν ἐπαίρον Σώπατρον εἰς τὴν Θράκην μετενηγοχέναι προσπαίζεις, ἡμῖν δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὥς ἂν Ἰάμβλιχος μὴ παρῇ, Κιμμερίων ἄγλὺς συνοικεῖ. καὶ σὺ μὲν δυοῖν ὕστερον αἰτεῖς, ἢ ἡμᾶς παρὰ σὲ ἤκειν ἢ αὐτὸν σε παρ’ ἡμᾶς. ἡμῖν δὲ τὸ μὲν ἕτερον εὐκταῖόν τε ὁμοῦ καὶ σύμφαρον, αὐτοὺς ἐπανελθεῖν ὡς σὲ καὶ τῶν παρὰ σοὶ καλῶν ἀπολαύσαι· τὸ δὲ ἕτερον εὐχῆς μὲν ἀπάσης χρείττον. (3) ἐπεὶ δὲ ἀδύνατόν σοί γε καὶ ἀξυμορόφον ἐστι, σὺ μὲν οἴκοι μένειν καὶ χαίρειν καὶ τὴν ἡσυχίαν ἣν ἔχεις σῴζειν, ἡμεῖς δέ, ὅ τι ἂν θεὸς διδῷ, γενναίως οἴσομεν. ἀνδρῶν γὰρ ἀγαθῶν εἶναι φασὶ τὸ μὲν εὐλεπὶ κεκτηθῆναι καὶ τὰ δέοντα πράττειν, ἐπεσθαι δὲ τοῖς ἀναγκαίοις τοῦ δαίμονος.