Ancient Greek
467.2
Aristaenetus, Epistulae 467.2
Unproofread scanNot analysed yet
νγ’. Γεωργίῳ Καθολικῷ. Ἡ μὲν ἡμῶν θεὸς ἔστιν κατὰ σὲ καὶ λάλος, εἰ δὲ βούλει, καὶ Πανὶ σύγυος· οὐ γὰρ διοίσωμαι. κἂν γὰρ ἐθέλῃ με διδάσχειν ἡ φύσις ὅτι ἐστιν ἡμῶν φωνῆς ἐς ἀέρος πλήξιν ἀντίτυπος ἠχὴ πρὸς τοῦμπαλιν τῆς ἀκοῆς ἀντανταλλομένη, ὅμως, παλαίων ἀνδρῶν ἐπὶ καὶ νέων οὐκ ἔλαττον ἢ τῷ σῷ πειθόμενος λόγῳ, θεὸν εἶναι τὴν ἠχὼν δυνωποῦμαι. (2) τί γοῦν ἂν εἴη τοῦτο πρὸς ἡμᾶς, εἰ πολλῷ τῷ μέτρῳ τοῖς πρὸς σὲ φιλοκοῖς τὴν ἠχὼν νικῶμεν; ἢ μὲν γὰρ οὐ πρὸς ὅ τι ἂν ἀκούσῃ μᾶλλον ἢ πρὸς τὰ ἔσχατα τῆς φωνῆς ἀντιφθέγγεται, καθάπερ ἐρωμένη πεῖσδολὸς ἀκοῦσις ἀντιρῖθῳσα τὸν ἐρασμένον τοῖς χείλεσιν· ἡμεῖς δὲ καὶ τῶν πρὸς σε καταρχομένων ἡδews, καὶ αὐθὶς εἰς τὴν παρὰ σοῦ πρόσκλησιν σφαίρας δι-κην τὸ ἴσον ἀντιπέμπομεν. (3) ὥστε οὐκ ἂν φθόνους αὐτὸς ἔνοχος ὧν οὓς γράφεις καὶ σαυτὸν ἀφ’ ὧν πλέον λαμβάνων ἐλάχιστον ἀντιδίδως οὐχ ἡμᾶς, ἐν οἷς ἐπ’ ἄμφω πλεονεκτεῖν σπεύδωμεν, ἐς τὸ ὁμοῖον τῆς εἰκόνος ἐγχειρῶν, πλὴν ἂν τε ἴσω τῷ μέτρῳ διδῷς ὅπερ ἂν λάβης ἂν τε μή, ἡμῖν δ’ τι ἂν ἐξῆ παρὰ σοῦ λαβεῖν ἤδὺ καὶ πρὸς τὸ ὅλον ἀρχεῖν πιστεύεται.