Ancient Greek
471.1
Aristaenetus, Epistulae 471.1
Unproofread scanNot analysed yet
αὐτό· εἰ δὲ ἀγνοεῖς, τοῦ καλοῦ Συμμάχου πυθάνου, πέπεισμαι γὰρ ἐκεῖνος ὅτι οὔποτε ἂν ἔκων εἴναι ψεύσατο, τὰ πάντα ἀληθιζέσθαι πεφυκώς. 11 εἰ δὲ ἀγχανακτεῖς ὅτι μὴ πάντων σε προετιμήσαμεν, ἐγὼ μὲν ἐμαυτὸν ὅτι σε καὶ ἐν ἐσχάτοις ἔταξα μέμφομαι, καὶ γάρ οἶδα τοὺς θεοὺς πᾶσί τε καὶ πάσας, οἱ κοινωνήσαι σε πραγμάτων καὶ φίλους ἡμᾶς γενέσθαι διεκώλυσαν. 12 καὶ γὰρ εἰ πολλὰ περὶ τῆς φήμης οἱ ποιηταὶ φασιν ὡς ἔστι θεός, ἔστιν δὲ εἰ βούλει δαιμόνιον, καὶ τὸ τῆς φήμης οὐ πάντη προσετέκον αὐτή, διότι πέφυκε τὸ δαιμόνιον οὐ πάντα καθαρὸν οὐδὲ ἀγαθὸν τελείως ὡς τὸ τῶν θεῶν εἶναι γένος, ἀλλ’ ἐπικοινωνεῖ πως καὶ πρὸς θάτερον. εἰ δὲ ὑπὲρ τῶν ἄλλων δαιμονίων οὐ θέμις τοῦτο φάναι, περὶ τῆς φήμης οἶδ’ ὅτι λέγων ὡς πολλὰ μὲν ψευδῶς πολλὰ δὲ ἀληθῶς ἀγγέλλει, οὔποτ’ ἂν αὐτὸς ἀλοίην ψευδομαρτυρίων.