Ancient Greek
471.2
Aristaenetus, Epistulae 471.2
Unproofread scanNot analysed yet
13 Ἄλλὰ τὴν παρροσίαν τὴν σὴν οἷε τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον, ἀξίαν. οὐχ οἶσ’ ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρροσιάζετο, καὶ Ὀδυσσεύς μὲν αὐτὸν ὁ συνετώτατος ἔπαινε τῷ σκήπτρῳ, τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἐλαττον ἐμλεν ἡ χελώνη μυιῶν, τὸ τῆς παροιμίας; πλὴν οὐ μέγα ἔργον ἐστὶν ἐπιτιμᾶν ἄλλοις, ἐκείνῳ δὲ ἀνεπιτίμητον παρασχεῖν. εἰ δὲ σοι ταύτης μέτεστι τῆς μερίδος, ἐπίδειξον ἡμῖν. 14 Ἄρ’ ὅτε νέος ἦσθα, καλὰς ἔδοκας ὑπὲρ σαυτοῦ τοῖς πρεσβυτέροις ὁμιλίας; ἀλλ’ ἐγὼ κατὰ τὴν Εὐριπίδειον Ἠλέκτραν τὰς τοιαύτας σιγῶ τύχας. ἐπεὶ δὲ ἀνὴρ γέγονας καὶ στρατοπεδῶ παρεῖδας, ἐπράξας ὅπως πρὸς τοῦ Διὸς ὑπὲρ τῆς ἀληθείας σφὲ προσκρούσας ἀπηλλάχθαι. ἐκ τίνων τοῦτο ἔχων δεῖξαι, ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων, ὅφ’ ὧνπερ καὶ αὐτὸς ἀπηλλάθης, ἐκτοπισθέντων; 15 οὐ τοῦτό ἐστιν, ὡς συνετώτατε Διονύσιε, σπουδαίου ἀνδρὸς καὶ σώφρονος, ἀπεχθανόμενον ἀπελθεῖν τοῖς κρατοῦσιν· ἦσθα δὲ ἂν βελτίων, εἰ τοὺς ἀνθρώπους ἐκ τῆς πρὸς σεαυτὸν συνουσίας ἀπέφηνας ἡμῖν μετριωτέρους. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σέ, μὰ τοὺς θεούς, οὐδὲ κατὰ μυρίους ἄλλους ὅσοι ζηλοῦσι τὸν σὸν τρόπον· πέτραι γὰρ πέτραις καὶ λίθοι λίθοις προσαρττόμενοι οὐκ ὠφελούσι μὲν ἀλλήλους, ὁ δ’ ἰσχυρότερος τὸν ἧττονα εὐχερῶς συντρίβει.