Ancient Greek
503.1
Aristaenetus, Epistulae 503.1
Unproofread scanNot analysed yet
ΦΑΛΑΡΙΔΟΣ ΕΠΙΣΤΟΛΑΙ. α'. Λυκίνω. Πολύκλειτος ὁ Μεσσήνιος, ὃν κατηγορεῖς παρὰ τοῖς πολίταις προδοσίαν, ἴασάτό μου νόσον ἀνήκεστον, οὐκ ἄγνωθ δὲ λύπας εὐαγγελιζόμενός σοι καὶ δάκρυα· σὲ δ' οὐκ ἂν οὐδ' αὐτὸς ὁ τῆς τέχνης ἡγεμὼν Ἀσκληπῖος μετὰ πάντων ἴασαίτο τῶν θεῶν. σώματος μὲν γὰρ ἀρρωστίαν θεραπεύει τέχνη, ψυχῆς δὲ νόσον ἰατρὸς ἴσταται θάνατος, ὃν ἐπαχθέστατον ἀντὶ πολλῶν καὶ μεγάλων ἀδικημάτων, οὐκ ἀκουσίων, ὧν ἐμοὶ προστήβεις, ἀλλ' ἐκουσίων, ὧν αὐτὸς εἴργασαι, προσδέξου.