Ancient Greek
503.4 to 503.6
Aristaenetus, Epistulae 503.4-6
Unproofread scanNot analysed yet
β'. Μεγαρέσι. Οὐ μέμφομαι τὴν ἀχαριστίαν ὑμῶν πολλάκις εὐηργημένων, ὅτι μου χρινομένου περὶ τῶν ὧρων πρὸς τοὺς ἀσυγγείτονας κατελευδομαρτυρήκατε, κατηγορῶ δὲ ἐμαυτοῦ τῆς ἀναλγησίας, ὅτι προπηλακιζόμενος ὑπὸ τῶν αὐτῶν πολλάκις οὐ σωφρονίζομαι. ὑμεῖς μὲν γὰρ οὐδέποτε χάριτος ἐμοὶ μνημονεύετε, ἐγὼ δ' ὡς μηδέποτε ἐπιλελησμένοις χαρίζομαι. γ'. Τυρσηνῷ. Εἰ τοὺς μετ' ἀνάγκης τι πράξαντας τῶν μὴ νομίμων χαλεπὰς ἔχειν δεῖ περὶ τοῦ μέλλοντος βίου τὰς προσδοκίας, ὡς ὑπέφαινες Αἰγεσταίοις, εἰς τὴν τοῦ δαιμονίου πρόνοιαν ἀναφέρων τὰ περὶ ἐμοῦ, τίνας ἔχρῆν ἐλπίδας ἔχειν σὲ περὶ σεαυτοῦ, τὸν μὴ μετ' ἀνάγκης ὧν δὺν παρανενόμηκας, μετὰ γνώμης δὲ ἅπαντα ἠσέβηκας;