Ancient Greek
507.8
Aristaenetus, Epistulae 507.8
Unproofread scanNot analysed yet
κγ’ Πυθαγόρα. Ἡ Φαλάριδος τυραννὶς τῆς Πυθαγόρου φιλοσοφίας πλεῖστον ὅσον ἔοικε κεχωρίσθαι, κωλύει δὲ ὅμως οὐδὲν καὶ τούτων οὕτως ἔχόντων συγγενωμένους ἡμᾶς τὴν ἀτρεκεῖ διάπειραν ἀλλήλων λαβεῖν· δύνατο γὰρ ἂν καὶ τὰ πόρρωθεν διεστηότα συναγαγεῖν εἰς ταύτον ὁμιλίαν. ἐγὼ μὲν οὖν ἀκοῇ τὰ περὶ σοῦ πυνθανόμενος ἄριστον ἄνδρα πέπεισμαι σε εἶναι, σὺ δὲ περὶ ἐμοῦ μὴ κρίνε· ψευδὴς γὰρ με δόξα λυπεῖ. οὐ μὴν ἀλλ’ ἐμοὶ μὲν οὐκ ἔστιν ἀσφαλὲς ἀφικέσθαι πρὸς σὲ δι’ ἣν καταγροῦμαι τυραννίδα· ἄνευ μὲν γὰρ ὅπλων καὶ δορυφόρων ἐρχόμενος εὐεπιχειρήτος ἔσομαι, μεθ’ ὅπλων δὲ καὶ φρουρᾶς ὑποπτος. σοὶ δὲ πᾶσα ἀσφάλεια κινδύνων ἀπηλλαγμένῳ καὶ παραγενέσθαι πρὸς με καὶ μεθ’ ἧς ἂν ἡσυχίας συμβιῶναι. (2) λαμβάνων δὲ μου διάπειραν, ἐὰν μὲν ὡς τύραννον ἐξετάζης, ἰδούτην εὑρήσεις με μᾶλλον ἢ τύραννον· ἐὰν δὲ ὡς ἰδιώτην, ἔχοντα τὶ διὰ τὴν ἀνάγκην καὶ τυράννου, κρατεῖν γὰρ οὐχ οἷόν τε τοιαύτης ἀρχῆς ὁμότητι μὴ χρώμενον, οὐδ’ ἔστιν ἐν τυραννίδι χρηστότης ἀκινδύνου. διὰ τε οὖν τὰλλα καὶ διὰ τοῦτό σοι ποθῶ συγγενέσθαι· πέπεισμαι γὰρ σοι τὴν ἡμερωτέραν ὁδὸν πορευθῆναι, ἐὰν τὸ πιστὸν εἰς σωτηρίαν τῷ πεισθησομένῳ μετὰ τῶν Πυθαγόρου λόγων ἡ ἀλήθεια προσδεδαίωσῃ.