Ancient Greek
508.3 to 508.4
Aristaenetus, Epistulae 508.3-4
Unproofread scanNot analysed yet
Πότερον ἐμαυτὸν ὡς ἀσαφῶς γράφοντα μέμψωμαι ἢ σὲ ὡς ἔκουσίως μαθεῖν μὴ βουλόμενον αἰτιάσωμαι ἀγνοοῦ; δύο γὰρ σοι μυριάδες ἐκλογισμῶν λελείπασιν. εἰ δὲ σαφέστερον ἐπιζητεῖς διδασκθῆναι, τοὺς ἄλλους σε τρόπον διδάσκοντας ἢ σὺ μαθεῖν ἂν ἠθέλησας ἐν τάχει παρ’ ἡμῶν προσδέξου. xxv. Λέοντι. xxvi. Ἀριστοφῶντι. Οὐ νῦν ἀλλὰ πολλάκις ἤδη σοι γέγραφα, μηδεμίαν ἄλλην εὐχαριστίαν ἡμῖν ἀποδούναι περὶ τῆς γυναικός, εἰ ἄρα νομίζεις ὑπ’ ἡμῶν εὖ πεπονθέναι διὰ τὸν γάμον, ἢ τὸ στέργειν ἐκείνην, δι’ ἣν ἡμῖν οἶει δεῖν χάριτας ἀπονέμειν, ἐξ ἧς ἡ συνάφεια τοῦ πρὸς ἡμᾶς γένους ἀρχὴν εἰληφέναι σοι φαίνεται.