Ancient Greek
508.7
Aristaenetus, Epistulae 508.7
Unproofread scanNot analysed yet
xxvii. Ἀριστοφῶντι. Αὐθάδεια καὶ νεότητος ἀδουλία πολλοὺς ἀνθρώπων ἀπώλεσεν, οἷς ἀμφοτέροις τοῖς πάθεσιν ἴσθι σου τὸν υἱὸν κεχρημένον. ἀδικοῦμενος δ’ ὑπ’ αὐτοῦ μεγάλα δι’ ἃς προείρηκα αἰτίας τὴν ἀμυναν ἐπέσχηκα, σοὶ μᾶλλον βουλόμενος καὶ οὐκ ἐκείνῳ χαρίζεσθαι· μαρτυρῇ γὰρ ὑπὸ πολλῶν ἀρίστην ἐπιείκειαν ἔχων παρὰ σεαυτῷ. διόπερ οὐκ ἐδοκίμαζον δι’ υἱοῦ πονηρίαν λυπεῖν γῆρας πατρὸς οὐδὲν ἀδικήσαντος. ἕνα γὰρ ἔχων παῖδα τοῦτον, εἰ καὶ πάντως φαῦλός ἐστι, δι’ ἐρῶμὶαν ἄλλου διαδόχου στέργεις· κακίαν γὰρ υἱοῦ πατρὸς εὐνοία νικᾷ. ἂν μέντοι μὴ παύσηται πλεονάζων, ἀπειθῇ δὲ καὶ τοῖς σοῖς παραγγηλάμασι καὶ τοῖς ἐμοῖς λόγοις, μὴ ἀγνοήσῃς ὅτι