Ancient Greek
513.4
Aristaenetus, Epistulae 513.4
Unproofread scanNot analysed yet
μβ' Τῷ αὐτῷ. Εἰ μὲν ἀπὸ τῶν σεαυτοῦ τρόπων στοχάζομενος ἀπι-στεῖς ἐμοί, σύνεσιν ἐμοῦ καταδικάζεις, οὐ πονηρίαν· εἰ δ' ἀπὸ τῶν ἐμῶν, ἀγνοία μου πολλῷ διημάρτηκας. τοποῦτον γὰρ ἀπέχω τοῦ παραβῆναι πίστιν, ὥστ' ἀπ' ἑαυτοῦ καὶ τοῖς ἄλλοις πέρα τοῦ δέοντος προσέχων ὡς βεβαιότεραν πίστεως ἔχουσιν εὐσέβειαν πολλάκις ἐσφάλην. ἦκε οὖν ἐμοὶ πεισθεὶς ἄνευ δόλου καὶ ἀπά-της, πεισόμενος μὲν ἄτοπον οὐδέν, μαρτυρήσων δὲ πρὸς ἅπαντας, ὅτι Φάλαρις οὐ ψεύδεται πίστιν.