Ancient Greek
513.6 to 515.3
Aristaenetus, Epistulae 513.6-515.3
Unproofread scanNot analysed yet
μγ' Τεύκρω. Ἀριστομένει τῷ σῷ τὸ χωρίον παραδόθη καὶ Ἱπ-πολυτίων ἀφεῖθη τῶν ἐγκλημάτων. σὲ δ', ὡς ἐπαγ-γέλλη, προσδοκῶμεν. ἐγὼ δ' ἕρωμαι, εἰ τοῦτ' ἐστιν ἑρωῆσθαι, τὸ πολλοῖς ἐπιχειρήσαντα καὶ τῶν πλείστων περιγενομένου διὰ τὰ χειρῶ μεταμέλεσθαι καὶ τῶν βελτιόνων. μδ' Νικία. Ἐφ' οἷς μισεῖς σου τὸν υἱόν, ὅτι τοὺς σοὺς οὐ μι-μεῖται τρόπους, ἐπὶ τούτοις ὑπὸ τῶν ἄλλων ἀπάν-των φιλεῖται. σύνες οὖν, ὅτι πάντες οἱ τοῦτον φιλοῦν-τες σὲ μισοῦσιν. νβʹ Μεγαρεῦσι. Οὐκ ἐλπίζων παρʼ ὑμῶν ἀποληφθήσεσθαι χάριν τὰς τριήρεις ὑμῶν ἀλοῦσας μεθῆκα προφανῶς κατʼ ἐμοῦ πλεούσας. εἰ γὰρ ἐμνημονεύετε χάριτος, οὐκ ἂν ἐπελάθεσθε ὅτι πρότερον τρίς ὑμᾶς ἀποῦνῃσχοῦντας ἐν σιτοδείᾳ σέσωχα. νγʹ Λεοντίνοις. Λεωνίδαν, ὃν ἐξεπέμψατε κατάσκοπον τῶν ἐμῶν πραγμάτων, ἀλόντα δυνάμενος ἀποκτεῖναι σέσωχα, οὐχ ὑμῖν χαριζόμενος, ἀλλʼ ἵνα μὴ ζητῷ τίς ὑμῖν σαφῶς ἀπαγγείλῃ τὴν παρασκευὴν τοῦ καθʼ ὑμῶν πολέμου. καὶ γὰρ ἐμοὶ πᾶν πιστῶς ἄνευ βασάνου τὰ παρʼ ὑμῖν ἐδήλωσεν, ὅτι πάντων ἐνδείᾳ ἐστὲ πλὴν λιμοῦ καὶ φόβου· τούτων δʼ ὑμᾶς φησὶ καὶ λίαν εὐπορεῖν.