Ancient Greek
531.2
Aristaenetus, Epistulae 531.2
Unproofread scanNot analysed yet
47. Ἐπιχάρμῳ. Ἀρκεῖς μόνος δικαίους ἡμᾶς νομίζων, κἂν μηδεὶς ἄλλος λέγοντί σοι πείθηται: εἰς γὰρ ἄνθρωποι τοιούτος ἀπάσης ἐστὶ Σικελίας μέτρον, τὸ δ' ἀνεξέταστον πλήθος ἑρημίας ὑπελήφραμεν ἀναπλήρωμα, ὅφ' οὗ καὶ τὸ ἀγνοεῖσθαι καὶ μὴ χρηστοτέρους δοκεῖν οὐ ἐμεν τάχα οὐκ ἀνωφελές. σὺ δὲ πολλοὺς μὲν ἔχεις ὁμοίους σεαυτῷ (τὴν γὰρ ἀρετὴν τῶν ἀνθρώπων, οὐ τὸν ἀριθμὸν σκοποῦμεθα), μεθ' ὧν ἐγνώκας ἡμᾶς καλοὺς κἀγαθοὺς εἶ μέντοι καὶ μόνος ἦσθα, ἐπλουτοῦμεν ἀνθρώπων μαρτύρων καὶ πλείονων οὐ προσδεόμεθα ἐπαίνων.