Ancient Greek
531.4
Aristaenetus, Epistulae 531.4
Unproofread scanNot analysed yet
48. Κέβρωνι. Τί δόποτε θαυμάζοντες με τῶν τρόπων ὡς δειναῖς χρώμενον αἰκείαις πρὸς τοὺς ἐπιχειροῦντας ἐξ ὑμῶν κατ' ἐμοῦ τῷ τοιούτῳ οὐκ ἐκπέπληγθε, ἀλλὰ τὰς μὲν τύχας ὀλοφύρεσθε τῶν τιμωρηθέντων, συμβούλους δ' αὐτοὺς οὐ ποιεῖσθε μὴ ἀδικεῖν Φάλαριν; ἀμεῖνον μὲν οὖν κάμω ἢν μὴ καθίστασθαι εἰς τοιαύτης ἀμύνης ἀνάγκην, λυσιτελέστερον δὲ ὑμῖν τὸ μὴ χρῆσθαι τῇ προπτεία κατὰ πάντα, ἔπειτα τε ἐμοὶ ὁ τρόπος εὐνοούμενος, τί ποτ' ἂν ἐπράξατε, εἰ μὴ τοιούτος ἐγενόμην ἔγωγε περὶ τὰς τιμωρίας, ὥστε μηδὲν ἐλπίζοντες πείσεσθαι μέτριον παραβάλλεσθε; ἐστιν οὖν ἐμὲ παῦσαι τῆς ὁμοότητος, ἐὰν αὐτοὶ πρότερον παύσησθε ἀδικίας.