Ancient Greek
560.1
Aristaenetus, Epistulae 560.1
Unproofread scanNot analysed yet
καὶ τῷ δήμῳ χαίρειν. Ἐκομισάμην τὴν παρ’ ὑμῶν ἐπιστολήν, δι’ ἧς μοι τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην ἀνανεοῦσθε. πυνθάνομαι μέντοι διότι πᾶσαν ὑμῖν Ἀθηναῖοι προσφέρονται φιλοτιμίαν, βουλόμενοι ὑμᾶς συγκαταίνοις γενέσθαι τοῖς ὑπ’ αὐτῶν παρακαλουμένοις. πρότερον μὲν οὖν ὑμῶν κατεγίνωσκον ἐπὶ τῷ μέλλειν πειθεσθαι ταῖς ἐκείνων ἐλπίσι καὶ ἐπακολουθεῖν αὐτῶν τῇ προαιρέσει, νῦν δ’ ἐπιγνοὺς ὑμᾶς τὰ πρὸς ἡμᾶς ἐζητηκότας ἔχειν εἰρήνην μᾶλλον ἢ ταῖς ἑτέρων ἐπακολουθεῖν γνώμαις, ἥσθην καὶ μᾶλλον ὑμᾶς ἐπαίνω κατὰ πολλά, μάλιστα δ’ ἐπὶ τῷ βουλεύεσθαι περὶ τούτων ἀσφαλέστερον καὶ τὰ πρὸς ἡμᾶς ἔχειν ἐν εὐνοίᾳ· ὅπερ οὐ μικρὰν ὑμῖν οἴσειν ἐλπίζω ῥοπὴν, ἐὰν περ ἐπὶ ταύτης μένητε τῆς προθέσεως. ἔρρωσθε.