Ancient Greek
560.2
Aristaenetus, Epistulae 560.2
Unproofread scanNot analysed yet
ζ' Βασιλεὺς Μακεδόνων Φίλιππος Πελοποννησίων τῶν ἐν τῇ συμμαχίᾳ τοῖς δημιουργοῖς καὶ τοῖς συνέδροις καὶ τοῖς ἄλλοις συμμάχοις πᾶσι χαίρειν. Ἐπειδὴ Λοκροὶ οἱ καλούμενοι Ὀζολαί, κατοικοῦντες ἐν Ἀμφίσση, πλημμελοῦσιν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς καὶ τὴν ἱερὰν χώραν ἐρχόμενοι μαθ’ ὅπλων λεηλατοῦσι, βούλομαι τῷ θεῷ μεθ’ ὑμῶν βοηθεῖν καὶ ἀμύνεσθαι τοὺς παραβαίνοντας τι τῶν ἐν ἀνθρώποις εὐσεβῶν. ὥστε συναντᾶτε μετὰ τῶν ὅπλων εἰς τὴν Φωχίδα, ἔχοντες ἐπισιτισμὸν ἡμερῶν τεσσαράκοντα, τοῦ ἐνεστῶτος μηνὸς λήξου, ὡς ἡμεῖς ἀγομεν, ὡς δὲ Ἀθηναῖοι· βοηθομιῶν, ὡς δὲ Κορίνθιοι, πανέμου. πρὸς δὲ τοὺς μὴ συναντήσαντας πανδήμει χρησόμεθα τοῖς διὰ συμβόλων ἡμῖν κειμένοις ἐπιγμίοις. εὐτυχεῖτε.