Ancient Greek
560.4
Aristaenetus, Epistulae 560.4
Unproofread scanNot analysed yet
ζ' Φίλιππος Ἀριστοτέλει χαίρειν. Ἰσθι μοι γεγονότα υἱόν. πολλὴν οὖν τοῖς θεοῖς χάριν ἔχω, οὐχ οὕτως ἐπὶ τῇ γενέσει τοῦ παιδός, ὡς ἐπὶ τῷ κατὰ τὴν σὴν ἡλικίαν αὐτὸν γεγονέναι· ἐλπίζω γὰρ αὐτὸν ὑπὸ σοῦ τραφέντα καὶ παιδευθέντα ἀξίων ἔσεσθαι καὶ ἡμῶν καὶ τῆς τῶν πραγμάτων διαδοχῆς.